Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 5

[Episode]
πατρίδα σὺν ἄλλοις ἦλθε, Πολυνείκους νέκυν
Κρέων
ἐκβάλετʼ ἄθαπτον τῆσδʼ ὅρων ἔξω χθονός. 1630
 
κηρύξεται δὲ πᾶσι Καδμείοις τάδε·
 
ὃς ἂν νεκρὸν τόνδʼ ἢ καταστέφων ἁλῷ
 
ἢ γῇ καλύπτων, θάνατον ἀνταλλάξεται.
 
ἐᾶν δʼ ἄκλαυτον, ἄταφον, οἰωνοῖς βοράν.
 
σὺ δʼ ἐκλιποῦσα τριπτύχους θρήνους νεκρῶν 1635
 
κόμιζε σαυτήν, Ἀντιγόνη, δόμων ἔσω
 
καὶ παρθενεύου τὴν ἰοῦσαν ἡμέραν
 
μένουσʼ, ἐν ᾗ σε λέκτρον Αἵμονος μένει.
Ἀντιγόνη
ὦ πάτερ, ἐν οἵοις κείμεθʼ ἄθλιοι κακοῖς.
 
ὥς σε στενάζω τῶν τεθνηκότων πλέον· 1640
 
οὐ γὰρ τὸ μέν σοι βαρὺ κακῶν, τὸ δʼ οὐ βαρύ,
 
ἀλλʼ εἰς ἅπαντα δυστυχὴς ἔφυς, πάτερ.
 
ἀτὰρ σʼ ἐρωτῶ τὸν νεωστὶ κοίρανον·
 
τί τόνδʼ ὑβρίζεις πατέρʼ ἀποστέλλων χθονός;
 
τί θεσμοποιεῖς ἐπὶ ταλαιπώρῳ νεκρῷ; 1645
Κρέων
Ἐτεοκλέους βουλεύματʼ, οὐχ ἡμῶν, τάδε.
Ἀντιγόνη
ἄφρονά γε, καὶ σὺ μῶρος ὃς ἐπίθου τάδε.
Κρέων
πῶς; τἀντεταλμένʼ οὐ δίκαιον ἐκπονεῖν;
← Önceki Stasimon 5 · 15 / 21 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme