Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Stasimon 5

[Episode]
ηὗρε δʼ ἐν Ἠλέκτραισι πύλαις τέκνα 1570
Ἀντιγόνη
λωτοτρόφον κατὰ λείμακα λόγχαις,
 
κοινὸν ἐνυάλιον,
 
μάτηρ, ὥστε λέοντας ἐναύλους,
 
μαρναμένους ἐπὶ τραύμασιν, αἵματος
 
ἤδη ψυχρὰν λοιβὰν φονίαν, 1575
 
ἃν ἔλαχʼ Ἅιδας, ὤπασε δʼ Ἄρης·
 
χαλκόκροτον δὲ λαβοῦσα νεκρῶν πάρα φάσγανον εἴσω
 
σαρκὸς ἔβαψεν, ἄχει δὲ τέκνων ἔπεσʼ ἀμφὶ τέκνοισι.
 
πάντα δʼ ἐν ἄματι τῷδε συνάγαγεν,
 
ὦ πάτερ, ἁμετέροισι δόμοισιν ἄχη θεὸς ὃς 1580
 
τάδε τελευτᾷ.
Χορός
πολλῶν κακῶν κατῆρξεν Οἰδίπου δόμοις
 
τόδʼ ἦμαρ· εἴη δʼ εὐτυχέστερος βίος.
Κρέων
οἴκτων μὲν ἤδη λήγεθʼ, ὡς ὥρα τάφου
 
μνήμην τίθεσθαι· τόνδε δʼ, Οἰδίπου, λόγον 1585
 
ἄκουσον· ἀρχὰς τῆσδε γῆς ἔδωκέ μοι
 
Ἐτεοκλέης παῖς σός, γάμων φερνὰς διδοὺς
 
Αἵμονι κόρης τε λέκτρον Ἀντιγόνης σέθεν.
 
οὐκ οὖν σʼ ἐάσω τήνδε γῆν οἰκεῖν ἔτι·
← Önceki Stasimon 5 · 12 / 21 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme