Thesauros Literature Tragedy Φοίνισσαι

Φοίνισσαι

Φοίνισσαι Euripides

Eksodos

Κρέων
οὐκ ἐς τόδʼ ἦλθον ὥστε καὶ τάδʼ εἰδέναι.
Χορός
ἀλλʼ οἴχεται μὲν σὴ κασιγνήτη πάλαι·
 
δοκῶ δʼ ἀγῶνα τὸν περὶ ψυχῆς, Κρέον, 1330
 
ἤδη πεπρᾶχθαι παισὶ τοῖσιν Οἰδίπου.
Κρέων
οἴμοι, τὸ μὲν σημεῖον εἰσορῶ τόδε,
 
σκυθρωπὸν ὄμμα καὶ πρόσωπον ἀγγέλου
 
στείχοντος, ὃς πᾶν ἀγγελεῖ τὸ δρώμενον.
[Episode]
ὦ τάλας ἐγώ, τίνʼ εἴπω μῦθον ἢ τίνας γόους; 1335
Κρέων
οἰχόμεσθʼ· οὐκ εὐπροσώποις φροιμίοις ἄρχῃ λόγου.
Ἄγγελος
ὦ τάλας, δισσῶς ἀυτῶ· μεγάλα γὰρ φέρω κακά.
Κρέων
πρὸς πεπραγμένοισιν ἄλλοις πήμασιν. λέγεις δὲ τί;
Ἄγγελος
οὐκέτʼ εἰσὶ σῆς ἀδελφῆς παῖδες ἐν φάει, Κρέον.
Κρέων
αἰαῖ· 1340
 
μεγάλα μοι θροεῖς πάθεα καὶ πόλει.
 
ὦ δώματʼ εἰσηκούσατʼ Οἰδίπου τάδε
 
παίδων ὁμοίαις συμφοραῖς ὀλωλότων;
Χορός
ὥστʼ ἂν δακρῦσαί γʼ, εἰ φρονοῦντʼ ἐτύγχανεν.
Κρέων
οἴμοι ξυμφορᾶς βαρυποτμωτάτας, 1345
 
οἴμοι κακῶν δύστηνος· ὦ τάλας ἐγώ.
Ἄγγελος
εἰ καὶ τὰ πρὸς τούτοισί γʼ εἰδείης κακά.
← Önceki Eksodos · 2 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme