Thesauros Literature Tragedy Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Eksodos

Ἄγγελος
ἄνακτʼ ἐς Ἑλλάδʼ εἶπεν εὐθύνειν δόρυ.
 
οἳ δʼ ἱστὸν ᾖρον, οὔριαι δʼ ἧκον πνοαί.
 
βεβᾶσι δʼ ἐκ γῆς. διαφυγὼν δʼ ἐγὼ φόνον
 
καθῆκʼ ἐμαυτὸν εἰς ἅλʼ ἄγκυραν πάρα·
 
ἤδη δὲ κάμνονθʼ ὁρμιατόνων μέ τις 1615
 
ἀνείλετʼ, ἐς δὲ γαῖαν ἐξέβησέ σοι
 
τάδʼ ἀγγελοῦντα. σώφρονος δʼ ἀπιστίας
 
οὐκ ἔστιν οὐδὲν χρησιμώτερον βροτοῖς.
Χορός
οὐκ ἄν ποτʼ ηὔχουν οὔτε σʼ οὔθʼ ἡμᾶς λαθεῖν
 
Μενέλαον, ὦναξ, ὡς ἐλάνθανεν παρών. 1620
[Episode]
ὦ γυναικείαις τέχναισιν αἱρεθεὶς ἐγὼ τάλας·
Θεοκλύμενος
ἐκπεφεύγασιν γάμοι με. κεἰ μὲν ἦν ἁλώσιμος
 
ναῦς διώγμασιν, πονήσας εἷλον ἂν τάχα ξένους·
 
νῦν δὲ τὴν προδοῦσαν ἡμᾶς τεισόμεσθα σύγγονον,
 
ἥτις ἐν δόμοις ὁρῶσα Μενέλεων οὐκ εἶπέ μοι. 1625
 
τοιγὰρ οὔποτʼ ἄλλον ἄνδρα ψεύσεται μαντεύμασιν.
Θεράπων
οὗτος ὤ, ποῖ σὸν πόδʼ αἴρεις, δέσποτʼ, ἐς ποῖον φόνον;
Θεοκλύμενος
οἷπερ ἡ δίκη κελεύει με· ἀλλʼ ἀφίστασʼ ἐκποδών.
Θεράπων
οὐκ ἀφήσομαι πέπλων σῶν· μεγάλα γὰρ σπεύδεις κακά.
Θεοκλύμενος
ἀλλὰ δεσποτῶν κρατήσεις δοῦλος ὤν; 1630
← Önceki Eksodos · 6 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme