Thesauros Literature Tragedy Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Eksodos

Ἄγγελος
Σιδωνίαν ναῦν πρωτόπλουν καθείλκομεν
 
ζυγῶν τε πεντήκοντα κἀρετμῶν μέτρα
 
ἔχουσαν. ἔργου δʼ ἔργον ἐξημείβετο·
 
ὃ μὲν γὰρ ἱστόν, ὃ δὲ πλάτην καθίσατο
 
ταρσόν τε χειρί, λευκά θʼ ἱστίʼ εἰς ἓν ἦν 1535
 
πηδάλιά τε ζεύγλαισι παρακαθίετο.
 
κἀν τῷδε μόχθῳ, τοῦτʼ ἄρα σκοπούμενοι,
 
Ἕλληνες ἄνδρες Μενέλεῳ ξυνέμποροι
 
προσῆλθον ἀκταῖς ναυφθόροις ἠσθημένοι
 
πέπλοισιν, εὐειδεῖς μέν, αὐχμηροὶ δʼ ὁρᾶν. 1540
 
ἰδὼν δέ νιν παρόντας Ἀτρέως γόνος
 
προσεῖπε δόλιον οἶκτον ἐς μέσον φέρων·
 
ὦ τλήμονες, πῶς ἐκ τίνος νεώς ποτε
 
Ἀχαιίδος θραύσαντες ἥκετε σκάφος;
 
ἆρʼ Ἀτρέως παῖδʼ ὀλόμενον συνθάπτετε, 1545
 
ὃν Τυνδαρὶς παῖς ἥδʼ ἀπόντα κενοταφεῖ;
 
οἳ δʼ ἐκβαλόντες δάκρυα ποιητῷ τρόπῳ,
 
ἐς ναῦν ἐχώρουν Μενέλεῳ ποντίσματα
 
φέροντες. ἡμῖν δʼ ἦν μὲν ἥδʼ ὑποψία
 
λόγος τʼ ἐν ἀλλήλοισι, τῶν ἐπεσβατῶν 1550
← Önceki Eksodos · 2 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme