Thesauros Literature Tragedy Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Stasimon 2

[Choral 2]
Ζεὺς μειλίσσων στυγίους 1340
Χορός
ματρὸς ὀργὰς ἐνέπει·
 
βᾶτε, σεμναὶ Χάριτες,
 
ἴτε, τᾷ περὶ παρθένῳ
 
Δηοῖ θυμωσαμένᾳ
 
λύπαν ἐξαλλάξατʼ ἀλαλᾷ,
 
Μοῦσαί θʼ ὕμνοισι χορῶν. 1345
 
χαλκοῦ δʼ αὐδὰν χθονίαν
 
τύπανά τʼ ἔλαβε βυρσοτενῆ
 
καλλίστα τότε πρῶτα μακά-
 
ρων Κύπρις· γέλασέν τε θεὰ
 
δέξατό τʼ ἐς χέρας 1350
 
βαρύβρομον αὐλὸν
 
τερφθεῖσʼ ἀλαλαγμῷ.
 
ὧν οὐ θέμις σʼ οὔθʼ ὁσία
 
ʼπʼύρωσας ἐν θεῶν θαλάμοις,
 
μῆνιν δʼ ἔσχες μεγάλας 1355
 
ματρός, ὦ παῖ, θυσίας
 
οὐ σεβίζουσα θεᾶς.
 
μέγα τοι δύναται νεβρῶν
← Önceki Stasimon 2 · 3 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme