Thesauros Literature Tragedy Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Epeisodion 1

Ἑλένη
ἔπειτα πατρίδος θεοί μʼ ἀφιδρύσαντο γῆς
 
ἐς βάρβαρʼ ἤθη, καὶ φίλων τητωμένη
 
δούλη καθέστηκʼ οὖσʼ ἐλευθέρων ἄπο· 275
 
τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός.
 
ἄγκυρα δʼ ἥ μου τὰς τύχας ὤχει μόνη,
 
πόσιν ποθʼ ἥξειν καί μʼ ἀπαλλάξειν κακῶν —
 
οὗτος τέθνηκεν, οὗτος οὐκέτʼ ἔστι δή.
 
μήτηρ δʼ ὄλωλε, καὶ φονεὺς αὐτῆς ἐγώ, 280
 
ἀδίκως μέν, ἀλλὰ τἄδικον τοῦτʼ ἔστʼ ἐμόν·
 
ὃ δʼ ἀγλάισμα δωμάτων ἐμοῦ τʼ ἔφυ,
 
θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται·
 
τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρω
 
οὐκ ἐστόν. ἀλλὰ πάντʼ ἔχουσα δυστυχῆ 285
 
τοῖς πράγμασιν τέθνηκα, τοῖς δʼ ἔργοισιν οὔ.
 
τὸ δʼ ἔσχατον τοῦτʼ, εἰ μόλοιμεν ἐς πάτραν,
 
κλῄθροις ἂν εἰργοίμεσθα — τὴν ὑπʼ Ἰλίῳ
 
δοκοῦντες Ἑλένην Μενέλεώ μʼ ἐλθεῖν μέτα.
 
εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἂν 290
 
ἐλθόντες, ἃ φανέρʼ ἦν μόνοις, ἐς ξύμβολα.
 
νῦν δʼ οὔτε τοῦτʼ ἔστʼ οὔτε μὴ σωθῇ ποτε.
← Önceki Epeisodion 1 · 2 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme