Thesauros Literature Tragedy Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Parodos

[Choral 2]
τί γὰρ ἄπεστί σοι κακῶν;
Χορός
τίνα δὲ βίοτον οὐκ ἔτλας;
 
μάτηρ μὲν οἴχεται,
 
δίδυμά τε Διὸς οὐκ εὐ- 220
 
δαιμονεῖ τέκεα φίλα,
 
χθόνα δὲ πάτριον οὐχ ὁρᾷς,
 
διὰ δὲ πόλεας ἔρχεται
 
βάξις, ἅ σε βαρβάροισι,
 
πότνια, παραδίδωσι λέχεσιν, 225
 
ὁ δὲ σὸς ἐν ἁλὶ κύμασί τε λέ-
 
λοιπε βίοτον, οὐδέ ποτʼ ἔτι
 
πάτρια μέλαθρα καὶ τὰν
 
Χαλκίοικον ὀλβιεῖς.
[Choral]
φεῦ φεῦ, τίς ἢ Φρυγῶν
Ἑλένη
ἢ τίς Ἑλλανίας ἀπὸ χθονὸς 230
 
ἔτεμε τὰν δακρυόεσσαν
 
Ἰλίῳ πεύκαν;
 
ἔνθεν ὀλόμενον σκάφος
 
συναρμόσας ὁ Πριαμίδας
 
ἔπλευσε βαρβάρῳ πλάτᾳ
← Önceki Parodos · 4 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme