Thesauros Literature Tragedy Ἑλένη

Ἑλένη

Ἑλένη Euripides

Prologos

Τεῦκρος
ἄστροις σφʼ ὁμοιωθέντε φάσʼ εἶναι θεώ. 140
Ἑλένη
καλῶς ἔλεξας τοῦτο· θάτερον δὲ τί;
Τεῦκρος
σφαγαῖς ἀδελφῆς οὕνεκʼ ἐκπνεῦσαι βίον.
 
ἅλις δὲ μύθων· οὐ διπλᾶ χρῄζω στένειν.
 
ὧν δʼ οὕνεκʼ ἦλθον τούσδε βασιλείους δόμους,
 
τὴν θεσπιῳδὸν Θεονόην χρῄζων ἰδεῖν, 145
 
σὺ προξένησον, ὡς τύχω μαντευμάτων
 
ὅπῃ νεὼς στείλαιμʼ ἂν οὔριον πτερὸν
 
ἐς γῆν ἐναλίαν Κύπρον, οὗ μʼ ἐθέσπισεν
 
οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸν
 
Σαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας. 150
Ἑλένη
πλοῦς, ὦ ξένʼ, αὐτὸς σημανεῖ· σὺ δʼ ἐκλιπὼν
 
γῆν τήνδε φεῦγε πρίν σε παῖδα Πρωτέως
 
ἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς· ἄπεστι δὲ
 
κυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις·
 
κτείνει γὰρ Ἕλληνʼ ὅντινʼ ἂν λάβῃ ξένον. 155
 
ὅτου δʼ ἕκατι, μήτε σὺ ζήτει μαθεῖν
 
ἐγώ τε σιγῶ· τί γὰρ ἂν ὠφελοῖμί σε;
Τεῦκρος
καλῶς ἔλεξας, ὦ γύναι· θεοὶ δέ σοι
 
ἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο.
← Önceki Prologos · 8 / 9 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme