Thesauros Literature Tragedy Ἰφιγένεια ἐν Ταύροις

Ἰφιγένεια ἐν Ταύροις

Ἰφιγένεια ἐν Ταύροις Euripides

Prologos

Ἰφιγένεια
κάλλιστον, ηὔξω φωσφόρῳ θύσειν θεᾷ.
 
παῖδʼ οὖν ἐν οἴκοις σὴ Κλυταιμήστρα δάμαρ
 
τίκτει — τὸ καλλιστεῖον εἰς ἔμʼ ἀναφέρων —
 
ἣν χρή σε θῦσαι. καί μʼ Ὀδυσσέως τέχναις
 
μητρὸς παρείλοντʼ ἐπὶ γάμοις Ἀχιλλέως. 25
 
ἐλθοῦσα δʼ Αὐλίδʼ ἡ τάλαινʼ ὑπὲρ πυρᾶς
 
μεταρσία ληφθεῖσʼ ἐκαινόμην ξίφει·
 
ἀλλʼ ἐξέκλεψεν ἔλαφον ἀντιδοῦσά μου
 
Ἄρτεμις Ἀχαιοῖς, διὰ δὲ λαμπρὸν αἰθέρα
 
πέμψασά μʼ ἐς τήνδʼ ᾤκισεν Ταύρων χθόνα, 30
 
οὗ γῆς ἀνάσσει βαρβάροισι βάρβαρος
 
Θόας, ὃς ὠκὺν πόδα τιθεὶς ἴσον πτεροῖς
 
ἐς τοὔνομʼ ἦλθε τόδε ποδωκείας χάριν.
 
ναοῖσι δʼ ἐν τοῖσδʼ ἱερέαν τίθησί με·
 
ὅθεν νόμοισι τοῖσιν ἥδεται θεὰ 35
 
Ἄρτεμις, ἑορτῆς, τοὔνομʼ ἧς καλὸν μόνον —
 
τὰ δʼ ἄλλα σιγῶ, τὴν θεὸν φοβουμένη —
 
θύω γὰρ ὄντος τοῦ νόμου καὶ πρὶν πόλει,
 
ὃς ἂν κατέλθῃ τήνδε γῆν Ἕλλην ἀνήρ.
 
κατάρχομαι μέν, σφάγια δʼ ἄλλοισιν μέλει 40
← Önceki Prologos · 2 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme