Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Epeisodion 4

Ἠλέκτρα
αἰσχύνομαι μέν, βούλομαι δʼ εἰπεῖν ὅμως. 900
Ὀρέστης
τί χρῆμα; λέξον· ὡς φόβου γʼ ἔξωθεν εἶ.
Ἠλέκτρα
νεκροὺς ὑβρίζειν, μή μέ τις φθόνῳ βάλῃ.
Ὀρέστης
οὐκ ἔστιν οὐδεὶς ὅστις ἂν μέμψαιτό σε.
Ἠλέκτρα
δυσάρεστος ἡμῶν καὶ φιλόψογος πόλις.
Ὀρέστης
λέγʼ, εἴ τι χρῄζεις, σύγγονʼ· ἀσπόνδοισι γὰρ 905
 
νόμοισιν ἔχθραν τῷδε συμβεβλήκαμεν.
Ἠλέκτρα
εἶἑν· τίνʼ ἀρχὴν πρῶτά σʼ ἐξείπω κακῶν,
 
ποίας τελευτάς; τίνα μέσον τάξω λόγον;
 
καὶ μὴν διʼ ὄρθρων γʼ οὔποτʼ ἐξελίμπανον
 
θρυλοῦσʼ ἅ γʼ εἰπεῖν ἤθελον κατʼ ὄμμα σόν, 910
 
εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρα
 
τῶν πρόσθε. νῦν οὖν ἐσμεν· ἀποδώσω δέ σοι
 
ἐκεῖνʼ ἅ σε ζῶντʼ ἤθελον λέξαι κακά.
 
ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸς
 
καὶ τόνδʼ ἔθηκας, οὐδὲν ἠδικημένος, 915
 
κἄγημας αἰσχρῶς μητέρʼ ἄνδρα τʼ ἔκτανες
 
στρατηλατοῦνθʼ Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας.
 
ἐς τοῦτο δʼ ἦλθες ἀμαθίας ὥστʼ ἤλπισας
 
ὡς ἐς σὲ ἐμὴν δὴ μητέρʼ οὐχ ἕξοις κακὴν
← Önceki Epeisodion 4 · 2 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme