Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Epeisodion 3

Ἄγγελος
οὐκ οἶσθʼ ἀδελφοῦ μʼ εἰσορῶσα πρόσπολον;
Ἠλέκτρα
ὦ φίλτατʼ, ἔκ τοι δείματος δυσγνωσίαν
 
εἶχον προσώπου· νῦν δὲ γιγνώσκω σε δή.
 
τί φῄς; τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς;
Ἄγγελος
τέθνηκε· δίς σοι ταὔθʼ, ἃ γοῦν βούλῃ, λέγω. 770
Ἠλέκτρα
ὦ θεοί, Δίκη τε πάνθʼ ὁρῶσʼ, ἦλθές ποτε.
 
ποίῳ τρόπῳ δὲ καὶ τίνι ῥυθμῷ φόνου
 
κτείνει Θυέστου παῖδα; βούλομαι μαθεῖν.
Ἄγγελος
ἐπεὶ μελάθρων τῶνδʼ ἀπήραμεν πόδα,
 
ἐσβάντες ᾖμεν δίκροτον εἰς ἁμαξιτὸν 775
 
ἔνθʼ ἦν ὁ κλεινὸς τῶν Μυκηναίων ἄναξ.
 
κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς,
 
δρέπων τερείνης μυρσίνης κάρᾳ πλόκους·
 
ἰδών τʼ ἀυτεῖ· Χαίρετʼ, ὦ ξένοι· τίνες
 
πόθεν πορεύεσθʼ; ἔστε τʼ ἐκ ποίας χθονός; 780
 
ὁ δʼ εἶπʼ Ὀρέστης· Θεσσαλοί· πρὸς δʼ Ἀλφεὸν
 
θύσοντες ἐρχόμεσθʼ Ὀλυμπίῳ Διί.
 
κλύων δὲ ταῦτʼ Αἴγισθος ἐννέπει τάδε·
 
νῦν μὲν παρʼ ἡμῖν χρὴ συνεστίους ἐμοὶ
 
θοίνης γενέσθαι· τυγχάνω δὲ βουθυτῶν 785
← Önceki Epeisodion 3 · 2 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme