Stasimon 2
[Episode]
τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου;
Πρέσβυς
οὐκ οἶδα πλὴν ἕν· βουσφαγεῖν ὡπλίζετο.
Ὀρέστης
πόσων μετʼ ἀνδρῶν; ἢ μόνος δμώων μέτα;
Πρέσβυς
οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ.
Ὀρέστης
οὔ πού τις ὅστις γνωριεῖ μʼ ἰδών, γέρον;
630
Πρέσβυς
δμῶες μέν εἰσιν, οἳ σέ γʼ οὐκ εἶδόν ποτε.
Ὀρέστης
ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς;
Πρέσβυς
δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον.
Ὀρέστης
πῶς οὖν ἂν αὐτῷ πλησιασθείην ποτέ;
Πρέσβυς
στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται.
635
Ὀρέστης
ὁδὸν παρʼ αὐτήν, ὡς ἔοικʼ, ἀγροὺς ἔχει;
Πρέσβυς
ὅθεν γʼ ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ.
Ὀρέστης
πικρόν γε συνθοινάτορʼ, ἢν θεὸς θέλῃ.
Πρέσβυς
τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει.
Ὀρέστης
καλῶς ἔλεξας. — ἡ τεκοῦσα δʼ ἐστὶ ποῦ;
640
Πρέσβυς
Ἄργει· παρέσται δʼ οὖν πόσει θοίνην ἔπι.
Ὀρέστης
τί δʼ οὐχ ἅμʼ ἐξωρμᾶτʼ ἐμὴ μήτηρ πόσει;
Πρέσβυς
ψόγον τρέμουσα δημοτῶν ἐλείπετο.
Ὀρέστης
ξυνῆχʼ· ὕποπτος οὖσα γιγνώσκει πόλει.
Πρέσβυς
τοιαῦτα· μισεῖται γὰρ ἀνόσιος γυνή.
645