Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Epeisodion 2

Πρέσβυς
ποῦ ποῦ νεᾶνις πότνιʼ ἐμὴ δέσποινά τε,
 
Ἀγαμέμνονος παῖς, ὅν ποτʼ ἐξέθρεψʼ ἐγώ;
 
ὡς πρόσβασιν τῶνδʼ ὀρθίαν οἴκων ἔχει
 
ῥυσῷ γέροντι τῷδε προσβῆναι ποδί. 490
 
ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέον
 
διπλῆν ἄκανθαν καὶ παλίρροπον γόνυ.
 
ὦ θύγατερ — ἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ —
 
ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτων
 
ποίμνης νεογνὸν θρέμμʼ ὑποσπάσας τόδε 495
 
στεφάνους τε τευχέων τʼ ἐξελὼν τυρεύματα,
 
παλαιόν τε θησαύρισμα Διονύσου τόδε
 
ὀσμῇ κατῆρες, μικρόν, ἀλλʼ ἐπεσβαλεῖν
 
ἡδὺ σκύφον τοῦδʼ ἀσθενεστέρῳ ποτῷ.
 
ἴτω φέρων τις τοῖς ξένοις τάδʼ ἐς δόμους· 500
 
ἐγὼ δὲ τρύχει τῷδʼ ἐμῶν πέπλων κόρας
 
δακρύοισι τέγξας ἐξομόρξασθαι θέλω.
Ἠλέκτρα
τί δʼ, ὦ γεραιέ, διάβροχον τόδʼ ὄμμʼ ἔχεις;
 
μῶν τἀμὰ διὰ χρόνου σʼ ἀνέμνησεν κακά;
 
ἢ τὰς Ὀρέστου τλήμονας φυγὰς στένεις 505
 
καὶ πατέρα τὸν ἐμόν, ὅν ποτʼ ἐν χεροῖν ἔχων
 
ἀνόνητʼ ἔθρεψας σοί τε καὶ τοῖς σοῖς φίλοις;
Πρέσβυς
ἀνόνηθʼ· ὅμως δʼ οὖν τοῦτό γʼ οὐκ ἠνεσχόμην.
 
ἦλθον γὰρ αὐτοῦ πρὸς τάφον πάρεργʼ ὁδοῦ
 
καὶ προσπεσὼν ἔκλαυσʼ ἐρημίας τυχών, 510
 
σπονδάς τε, λύσας ἀσκὸν ὃν φέρω ξένοις,
 
ἔσπεισα, τύμβῳ δʼ ἀμφέθηκα μυρσίνας.
 
πυρᾶς δʼ ἐπʼ αὐτῆς οἶν μελάγχιμον πόκῳ
 
σφάγιον ἐσεῖδον αἷμά τʼ οὐ πάλαι χυθὲν
 
ξανθῆς τε χαίτης βοστρύχους κεκαρμένους. 515
 
κἀθαύμασʼ, ὦ παῖ, τίς ποτʼ ἀνθρώπων ἔτλη
 
πρὸς τύμβον ἐλθεῖν· οὐ γὰρ Ἀργείων γέ τις.
 
ἀλλʼ ἦλθʼ ἴσως που σὸς κασίγνητος λάθρᾳ,
 
μολὼν δʼ ἐθαύμασʼ ἄθλιον τύμβον πατρός.
 
σκέψαι δὲ χαίτην προστιθεῖσα σῇ κόμῃ, 520
 
εἰ χρῶμα ταὐτὸν κουρίμης ἔσται τριχός·
 
φιλεῖ γάρ, αἷμα ταὐτὸν οἷς ἂν ᾖ πατρός,
 
τὰ πόλλʼ ὅμοια σώματος πεφυκέναι.
Ἠλέκτρα
οὐκ ἄξιʼ ἀνδρός, ὦ γέρον, σοφοῦ λέγεις,
 
εἰ κρυπτὸν ἐς γῆν τήνδʼ ἂν Αἰγίσθου φόβῳ 525
 
δοκεῖς ἀδελφὸν τὸν ἐμὸν εὐθαρσῆ μολεῖν.
 
ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος,
 
ὁ μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς,
 
ὁ δὲ κτενισμοῖς θῆλυς; ἀλλʼ ἀμήχανον.
 
πολλοῖς δʼ ἂν εὕροις βοστρύχους ὁμοπτέρους 530
 
καὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον.
Πρέσβυς
σὺ δʼ εἰς ἴχνος βᾶσʼ ἀρβύλης σκέψαι βάσιν
 
εἰ σύμμετρος σῷ ποδὶ γενήσεται, τέκνον.
Ἠλέκτρα
πῶς δʼ ἂν γένοιτʼ ἂν ἐν κραταιλέῳ πέδῳ
 
γαίας ποδῶν ἔκμακτρον; εἰ δʼ ἔστιν τόδε, 535
 
δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτʼ ἴσος
 
ἀνδρός τε καὶ γυναικός, ἀλλʼ ἅρσην κρατεῖ.
Πρέσβυς
οὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολών,
 
 
κερκίδος ὅτῳ γνοίης ἂν ἐξύφασμα σῆς,
 
ἐν ᾧ ποτʼ αὐτὸν ἐξέκλεψα μὴ θανεῖν; 540
Ἠλέκτρα
οὐκ οἶσθʼ, Ὀρέστης ἡνίκʼ ἐκπίπτει χθονός,
 
νέαν μʼ ἔτʼ οὖσαν; εἰ δὲ κἄκρεκον πέπλους,
 
πῶς ἂν τότʼ ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη,
 
εἰ μὴ ξυναύξοινθʼ οἱ πέπλοι τῷ σώματι;
 
ἀλλʼ ἤ τις αὐτοῦ τάφον ἐποικτίρας ξένος 545
 
ἐκείρατʼ, ἢ τῆσδε σκοποὺς λαβὼν χθονὸς —
Πρέσβυς
οἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼν
 
αὐτοὺς ἔρεσθαι σοῦ κασιγνήτου πέρι.
Ἠλέκτρα
οἵδʼ ἐκ δόμων βαίνουσι λαιψηρῷ ποδί.
Πρέσβυς
ἀλλʼ εὐγενεῖς μέν, ἐν δὲ κιβδήλῳ τόδε· 550
 
πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί.
 
ὅμως δέ. — χαίρειν τοὺς ξένους προσεννέπω.
Ὀρέστης
χαῖρʼ, ὦ γεραιέ. — τοῦ ποτʼ, Ἠλέκτρα, τόδε
 
παλαιὸν ἀνδρὸς λείψανον φίλων κυρεῖ;
Ἠλέκτρα
οὗτος τὸν ἁμὸν πατέρʼ ἔθρεψεν, ὦ ξένε. 555
Ὀρέστης
τί φῄς; ὅδʼ ὃς σὸν ἐξέκλεψε σύγγονον;
Ἠλέκτρα
ὅδʼ ἔσθʼ ὁ σώσας κεῖνον, εἴπερ ἔστʼ ἔτι.
Ὀρέστης
ἔα·
 
τί μʼ ἐσδέδορκεν ὥσπερ ἀργύρου σκοπῶν
 
λαμπρὸν χαρακτῆρʼ; ἢ προσεικάζει μέ τῳ;
Ἠλέκτρα
ἴσως Ὀρέστου σʼ ἥλιχʼ ἥδεται βλέπων. 560
Ὀρέστης
φίλου γε φωτός. τί δὲ κυκλεῖ πέριξ πόδα;
Ἠλέκτρα
καὐτὴ τόδʼ εἰσορῶσα θαυμάζω, ξένε.
Πρέσβυς
ὦ πότνιʼ, εὔχου, θύγατερ Ἠλέκτρα, θεοῖς.
Ἠλέκτρα
τί τῶν ἀπόντων ἢ τί τῶν ὄντων πέρι;
Πρέσβυς
λαβεῖν φίλον θησαυρόν, ὃν φαίνει θεός. 565
Ἠλέκτρα
ἰδού· καλῶ θεούς. ἢ τί δὴ λέγεις, γέρον;
Πρέσβυς
βλέψον νυν ἐς τόνδʼ, ὦ τέκνον, τὸν φίλτατον.
Ἠλέκτρα
πάλαι δέδορκα, μὴ σύ γʼ οὐκέτʼ εὖ φρονῇς.
Πρέσβυς
οὐκ εὖ φρονῶ ʼγὼ σὸν κασίγνητον βλέπων;
Ἠλέκτρα
πῶς εἶπας, ὦ γεραίʼ, ἀνέλπιστον λόγον; 570
Πρέσβυς
ὁρᾶν Ὀρέστην τόνδε τὸν Ἀγαμέμνονος.
Ἠλέκτρα
ποῖον χαρακτῆρʼ εἰσιδών, ᾧ πείσομαι;
Πρέσβυς
οὐλὴν παρʼ ὀφρύν, ἥν ποτʼ ἐν πατρὸς δόμοις
 
νεβρὸν διώκων σοῦ μέθʼ ᾑμάχθη πεσών.
Ἠλέκτρα
πῶς φῄς; ὁρῶ μὲν πτώματος τεκμήριον. 575
Πρέσβυς
ἔπειτα μέλλεις προσπίτνειν τοῖς φιλτάτοις;
Ἠλέκτρα
ἀλλʼ οὐκέτʼ, ὦ γεραιέ· συμβόλοισι γὰρ
 
τοῖς σοῖς πέπεισμαι θυμόν. — ὦ χρόνῳ φανείς,
 
ἔχω σʼ ἀέλπτως —
Ὀρέστης
κἀξ ἐμοῦ γʼ ἔχῃ χρόνῳ.
Ἠλέκτρα
οὐδέποτε δόξασα. 580
Ὀρέστης
οὐδʼ ἐγὼ γὰρ ἤλπισα. 580
Ἠλέκτρα
ἐκεῖνος εἶ σύ;
Ὀρέστης
σύμμαχός γέ σοι μόνος.
 
ἢν δʼ ἀνσπάσωμαί γʼ ὃν μετέρχομαι βόλον —
 
πέποιθα δʼ· ἢ χρὴ μηκέθʼ ἡγεῖσθαι θεούς,
 
εἰ τἄδικʼ ἔσται τῆς δίκης ὑπέρτερα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme