Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Stasimon 1

[Choral 1]
κλειναὶ νᾶες, αἵ ποτʼ ἔβατε Τροίαν
Χορός
τοῖς ἀμετρήτοις ἐρετμοῖς
 
πέμπουσαι χοροὺς μετὰ Νηρῄδων,
 
ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελ- 435
 
φὶς πρῴραις κυανεμβόλοι-
 
σιν εἱλισσόμενος,
 
πορεύων τὸν τᾶς Θέτιδος
 
κοῦφον ἅλμα ποδῶν Ἀχιλῆ
 
σὺν Ἀγαμέμνονι Τρωίας 440
 
ἐπὶ Σιμουντίδας ἀκτάς.
 
Νηρῇδες δʼ Εὐβοῖδας ἄκρας λιποῦσαι
 
μόχθους ἀσπιστὰς ἀκμόνων
 
Ἡφαίστου χρυσέων ἔφερον τευχέων,
 
ἀνά τε Πήλιον ἀνά τε πρυ- 445
 
μνὰς Ὄσσας ἱερᾶς νάπας
 
Νυμφαίας σκοπιὰς
 
κόρας μάτευσʼ, ἔνθα πατὴρ
 
ἱππότας τρέφεν Ἑλλάδι φῶς
 
Θέτιδος εἰνάλιον γόνον 450
 
ταχύπορον πόδʼ Ἀτρείδαις.
[Choral 2]
Ἰλιόθεν δʼ ἔκλυόν τινος ἐν λιμέσιν
Χορός
Ναυπλίοισι βεβῶτος
 
τᾶς σᾶς, ὦ Θέτιδος παῖ,
 
κλεινᾶς ἀσπίδος ἐν κύκλῳ 455
 
τοιάδε σήματα, δείματα
 
Φρύγια, τετύχθαι·
 
περιδρόμῳ μὲν ἴτυος ἕδρᾳ
 
Περσέα λαιμοτόμαν ὑπὲρ
 
ἁλὸς ποτανοῖσι πεδί- 460
 
λοισι φυὰν Γοργόνος ἴ-
 
σχειν, Διὸς ἀγγέλῳ σὺν Ἑρ-
 
μᾷ, τῷ Μαί-
 
ας ἀγροτῆρι κούρῳ·
 
ἐν δὲ μέσῳ κατέλαμπε σάκει φαέθων
 
κύκλος ἀελίοιο 465
 
ἵπποις ἂμ πτεροέσσαις
 
ἄστρων τʼ αἰθέριοι χοροί,
 
Πλειάδες, Ὑάδες, Ἕκτορος
 
ὄμμασι τροπαῖοι·
 
ἐπὶ δὲ χρυσοτύπῳ κράνει 470
 
Σφίγγες ὄνυξιν ἀοίδιμον
 
ἄγραν φέρουσαι· περιπλεύ-
 
ρῳ δὲ κύτει πύρπνοος ἔ-
 
σπευδε δρόμῳ λέαινα χαλ-
 
αῖς Πειρη-
 
ναῖον ὁρῶσα πῶλον. 475
[Choral]
ἄορι δʼ ἐν φονίῳ τετραβάμονες ἵπποι ἔπαλ-
Χορός
λον, κελαινὰ δʼ ἀμφὶ νῶθʼ ἵετο κόνις.
 
τοιῶνδʼ ἄνακτα δοριπόνων
 
ἔκανεν ἀνδρῶν, Τυνδαρίς, 480
 
σὰ λέχεα, κακόφρων κούρα.
 
τοιγάρ σέ ποτʼ οὐρανίδαι
 
πέμψουσιν θανάτοις· ἦ σὰν
 
ἔτʼ ἔτι φόνιον ὑπὸ δέραν 485
 
ὄψομαι αἷμα χυθὲν σιδάρῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme