Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Epeisodion 1

Ὀρέστης
τὸ μηδὲν ὄντα, χρηστά τʼ ἐκ κακῶν τέκνα, 370
 
λιμόν τʼ ἐν ἀνδρὸς πλουσίου φρονήματι,
 
γνώμην τε μεγάλην ἐν πένητι σώματι.
 
πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ;
 
πλούτῳ; πονηρῷ τἄρα χρήσεται κριτῇ.
 
ἢ τοῖς ἔχουσι μηδέν; ἀλλʼ ἔχει νόσον 375
 
πενία, διδάσκει δʼ ἄνδρα τῇ χρείᾳ κακόν.
 
ἀλλʼ εἰς ὅπλʼ ἔλθω; τίς δὲ πρὸς λόγχην βλέπων
 
μάρτυς γένοιτʼ ἂν ὅστις ἐστὶν ἁγαθός;
 
κράτιστον εἰκῇ ταῦτʼ ἐᾶν ἀφειμένα.
 
οὗτος γὰρ ἁνὴρ οὔτʼ ἐν Ἀργείοις μέγας 380
 
οὔτʼ αὖ δοκήσει δωμάτων ὠγκωμένος,
 
ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη.
 
οὐ μὴ ἀφρονήσεθʼ, οἳ κενῶν δοξασμάτων
 
πλήρεις πλανᾶσθε, τῇ δʼ ὁμιλίᾳ βροτοὺς
 
κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς; 385
 
οἱ γὰρ τοιοῦτοι καὶ πόλεις οἰκοῦσιν εὖ
 
καὶ δώμαθʼ· αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν
 
ἀγάλματʼ ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυ
 
μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει·
← Önceki Epeisodion 1 · 9 / 12 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme