Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Epeisodion 1

Χορός
πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει
 
σῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς.
Ἠλέκτρα
οἴμοι, γυναῖκες, ἐξέβην θρηνημάτων. 215
 
ξένοι τινὲς παρʼ οἶκον οἵδʼ ἐφεστίους
 
εὐνὰς ἔχοντες ἐξανίστανται λόχου·
 
φυγῇ σὺ μὲν κατʼ οἶμον, ἐς δόμους δʼ ἐγὼ
 
φῶτας κακούργους ἐξαλύξωμεν ποδί.
Ὀρέστης
μένʼ, ὦ τάλαινα· μὴ τρέσῃς ἐμὴν χέρα. 220
Ἠλέκτρα
ὦ Φοῖβʼ Ἄπολλον· προσπίτνω σε μὴ θανεῖν.
Ὀρέστης
ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν.
Ἠλέκτρα
ἄπελθε, μὴ ψαῦʼ ὧν σε μὴ ψαύειν χρεών.
Ὀρέστης
οὐκ ἔσθʼ ὅτου θίγοιμʼ ἂν ἐνδικώτερον.
Ἠλέκτρα
καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾷς ἐμοῖς; 225
Ὀρέστης
μείνασʼ ἄκουσον, καὶ τάχʼ οὐκ ἄλλως ἐρεῖς.
Ἠλέκτρα
ἕστηκα· πάντως δʼ εἰμὶ σή· κρείσσων γὰρ εἶ.
Ὀρέστης
ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους.
Ἠλέκτρα
ὦ φίλτατʼ, ἆρα ζῶντος ἢ τεθνηκότος;
Ὀρέστης
ζῇ· πρῶτα γάρ σοι τἀγάθʼ ἀγγέλλειν θέλω. 230
Ἠλέκτρα
εὐδαιμονοίης, μισθὸν ἡδίστων λόγων.
Ὀρέστης
κοινῇ δίδωμι τοῦτο νῷν ἀμφοῖν ἔχειν.
← Önceki bölüm Epeisodion 1 · 1 / 12 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme