Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Parodos

[Choral 1]
σύντεινʼ — ὥρα — ποδὸς ὁρμάν· ὤ,
Ἠλέκτρα
ἔμβα, ἔμβα κατακλαίουσα·
 
ἰώ μοί μοι.
 
ἐγενόμαν Ἀγαμέμνονος 115
 
καί μʼ ἔτεκεν Κλυταιμήστρα
 
στυγνὰ Τυνδάρεω κόρα,
 
κικλήσκουσι δέ μʼ ἀθλίαν
 
Ἠλέκτραν πολιῆται.
 
φεῦ φεῦ σχετλίων πόνων 120
 
καὶ στυγερᾶς ζόας.
 
ὦ πάτερ, σὺ δʼ ἐν Ἀΐδα
 
κεῖσαι, σᾶς ἀλόχου σφαγαῖς
 
Αἰγίσθου τʼ, Ἀγάμεμνον.
[Choral]
ἴθι τὸν αὐτὸν ἔγειρε γόον, 125
Ἠλέκτρα
ἄναγε πολύδακρυν ἁδονάν.
[Choral 1]
σύντεινʼ — ὥρα — ποδὸς ὁρμάν· ὤ,
Ἠλέκτρα
ἔμβα, ἔμβα, κατακλαίουσα·
 
ἰώ μοί μοι.
 
τίνα πόλιν, τίνα δʼ οἶκον, ὦ 130
 
τλᾶμον σύγγονʼ, ἀλατεύεις
 
οἰκτρὰν ἐν θαλάμοις λιπὼν
 
πατρῴοις ἐπὶ συμφοραῖς
 
ἀλγίσταισιν ἀδελφάν;
 
ἔλθοις τῶνδε πόνων ἐμοὶ 135
 
τᾷ μελέᾳ λυτήρ,
 
ὦ Ζεῦ Ζεῦ, πατρί θʼ αἱμάτων
 
ἐχθίστων ἐπίκουρος, Ἄρ-
 
γει κέλσας πόδʼ ἀλάταν.
[Choral 2]
θὲς τόδε τεῦχος ἐμῆς ἀπὸ κρατὸς ἑ- 140
Ἠλέκτρα
λοῦσʼ, ἵνα πατρὶ γόους νυχίους
 
ἐπορθροβοάσω,
 
ἰαχάν, Ἀΐδα μέλος,
 
Ἀΐδα, πάτερ, σοι
 
κατὰ γᾶς ἐνέπω γόους
 
οἷς ἀεὶ τὸ κατʼ ἦμαρ 145
 
διέπομαι, κατὰ μὲν φίλαν
 
ὄνυχι τεμνομένα δέραν
 
χέρα τε κρᾶτʼ ἐπὶ κούριμον
 
τιθεμένα θανάτῳ σῷ.
[Choral]
αἶ αἶ, δρύπτε κάρα· 150
Ἠλέκτρα
οἷα δέ τις κύκνος ἀχέτας
 
ποταμίοις παρὰ χεύμασιν
 
πατέρα φίλτατον καλεῖ,
 
ὀλόμενον δολίοις βρόχων
 
ἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον, 155
 
πάτερ, ἐγὼ κατακλαίομαι,
[Choral 2]
λουτρὰ πανύσταθʼ ὑδρανάμενον χροῒ
Ἠλέκτρα
κοίτᾳ ἐν οἰκτροτάτᾳ θανάτου.
 
ἰώ μοι, ἰώ μοι
 
πικρᾶς μὲν πελέκεως τομᾶς 160
 
σᾶς, πάτερ, πικρᾶς δʼ ἐκ
 
Τροΐας ὁδίου βουλᾶς·
 
οὐ μίτραισι γυνή σε
 
δέξατʼ οὐδʼ ἐπὶ στεφάνοις,
 
ξίφεσι δʼ ἀμφιτόμοις λυγρὰν
 
Αἰγίσθου λώβαν θεμένα 165
 
δόλιον ἔσχεν ἀκοίταν.
[Choral 3]
Ἀγαμέμνονος ὦ κόρα,
Χορός
ἤλυθον, Ἠλέκτρα, ποτὶ
 
σὰν ἀγρότειραν αὐλάν.
 
ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ 170
 
Μυκηναῖος ὀρειβάτας· 170
 
ἀγγέλλει δʼ ὅτι νῦν τριταί-
 
αν καρύσσουσιν θυσίαν
 
Ἀργεῖοι, πᾶσαι δὲ παρʼ Ἥ-
 
ραν μέλλουσιν παρθενικαὶ στείχειν.
Ἠλέκτρα
οὐκ ἐπʼ ἀγλαΐαις, φίλαι, 175
 
θυμὸν οὐδʼ ἐπὶ χρυσέοις
 
ὅρμοις ἐκπεπόταμαι
 
τάλαινʼ, οὐδʼ ἱστᾶσα χοροὺς
 
Ἀργείαις ἅμα νύμφαις
 
εἱλικτὸν κρούσω πόδʼ ἐμόν. 180
 
δάκρυσι νυχεύ-
 
ω, δακρύων δέ μοι μέλει
 
δειλαίᾳ τὸ κατʼ ἦμαρ.
 
σκέψαι μου πιναρὰν κόμαν
 
καὶ τρύχη τάδʼ ἐμῶν πέπλων, 185
 
εἰ πρέποντʼ Ἀγαμέμνονος
 
κούρᾳ ʼσται βασιλείᾳ
 
τᾷ Τροίᾳ θʼ, ἃ ʼμοῦ πατέρος
 
μέμναταί ποθʼ ἁλοῦσα.
Χορός
μεγάλα θεός· ἀλλʼ ἴθι, 190
 
καὶ παρʼ ἐμοῦ χρῆσαι πολύ-
 
πηνα φάρεα δῦναι,
 
χρύσεά τε — χαρίσαι — προσθήματʼ ἀγλαΐας.
 
δοκεῖς τοῖσι σοῖς δακρύοις
 
μὴ τιμῶσα θεούς, κρατή-
 
σειν ἐχθρῶν; οὔτοι στοναχαῖς, 195
 
ἀλλʼ εὐχαῖσι θεοὺς σεβί-
 
ζουσʼ ἕξεις εὐαμερίαν, ὦ παῖ.
Ἠλέκτρα
οὐδεὶς θεῶν ἐνοπᾶς κλύει
 
τᾶς δυσδαίμονος, οὐ παλαι-
 
ῶν πατρὸς σφαγιασμῶν. 200
 
οἴμοι τοῦ καταφθιμένου
 
τοῦ τε ζῶντος ἀλάτα,
 
ὅς που γᾶν ἄλλαν κατέχει,
 
μέλεος ἀλαί-
 
νων ποτὶ θῆσσαν ἑστίαν, 205
 
τοῦ κλεινοῦ πατρὸς ἐκφύς.
 
αὐτὰ δʼ ἐν χερνῆσι δόμοις
 
ναίω ψυχὰν τακομένα
 
δωμάτων πατρίων φυγάς,
 
οὐρείας ἀνʼ ἐρίπνας. 210
 
μάτηρ δʼ ἐν λέκτροις φονίοις
 
ἄλλῳ σύγγαμος οἰκεῖ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme