Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Stasimon 5

[Episode]
ἀλλʼ οἵδε δόμων ὑπὲρ ἀκροτάτων
Χορός
φαίνουσι τίνες — δαίμονες ἢ θεῶν
 
τῶν οὐρανίων; οὐ γὰρ θνητῶν γʼ 1235
 
ἥδε κέλευθος· τί ποτʼ ἐς φανερὰν
 
ὄψιν βαίνουσι βροτοῖσιν;
Διόσκουροι
Ἀγαμέμνονος παῖ, κλῦθι· δίπτυχοι δέ σε
 
καλοῦσι μητρὸς σύγγονοι Διόσκοροι,
 
Κάστωρ κασίγνητός τε Πολυδεύκης ὅδε. 1240
 
δεινὸν δὲ ναυσὶν ἀρτίως πόντου σάλον
 
παύσαντʼ ἀφίγμεθʼ Ἄργος, ὡς ἐσείδομεν
 
σφαγὰς ἀδελφῆς τῆσδε, μητέρος δὲ σῆς.
 
δίκαια μέν νυν ἥδʼ ἔχει, σὺ δʼ οὐχὶ δρᾷς·
 
Φοῖβός τε, Φοῖβος — ἀλλʼ ἄναξ γάρ ἐστʼ ἐμός, 1245
 
σιγῶ· σοφὸς δʼ ὢν οὐκ ἔχρησέ σοι σοφά.
 
αἰνεῖν δʼ ἀνάγκη ταῦτα· τἀντεῦθεν δὲ χρὴ
 
πράσσειν ἃ Μοῖρα Ζεύς τʼ ἔκρανε σοῦ πέρι.
 
Πυλάδῃ μὲν Ἠλέκτραν δὸς ἄλοχον ἐς δόμους,
 
σὺ δʼ Ἄργος ἔκλιπʼ· οὐ γὰρ ἔστι σοι πόλιν 1250
 
τήνδʼ ἐμβατεύειν, μητέρα κτείναντι σήν.
 
δειναὶ δὲ κῆρές σʼ αἱ κυνώπιδες θεαὶ
 
τροχηλατήσουσʼ ἐμμανῆ πλανώμενον.
 
ἐλθὼν δʼ Ἀθήνας Παλλάδος σεμνὸν βρέτας
 
πρόσπτυξον· εἵρξει γάρ νιν ἐπτοημένας 1255
 
δεινοῖς δράκουσιν ὥστε μὴ ψαύειν σέθεν,
 
γοργῶφʼ ὑπερτείνουσα σῷ κάρᾳ κύκλον.
 
ἔστιν δʼ Ἄρεώς τις ὄχθος, οὗ πρῶτον θεοὶ
 
ἕζοντʼ ἐπὶ ψήφοισιν αἵματος πέρι,
 
Ἁλιρρόθιον ὅτʼ ἔκτανʼ ὠμόφρων Ἄρης, 1260
 
μῆνιν θυγατρὸς ἀνοσίων νυμφευμάτων,
 
πόντου κρέοντος παῖδʼ, ἵνʼ εὐσεβεστάτη
 
ψῆφος βεβαία τʼ ἐστὶν ἔκ τε τοῦ θεοῖς.
 
ἐνταῦθα καὶ σὲ δεῖ δραμεῖν φόνου πέρι.
 
ἴσαι δέ σʼ ἐκσῴζουσι μὴ θανεῖν δίκῃ 1265
 
ψῆφοι τεθεῖσαι· Λοξίας γὰρ αἰτίαν
 
ἐς αὑτὸν οἴσει, μητέρος χρήσας φόνον.
 
καὶ τοῖσι λοιποῖς ὅδε νόμος τεθήσεται,
 
νικᾶν ἴσαις ψήφοισι τὸν φεύγοντʼ ἀεί.
 
δειναὶ μὲν οὖν θεαὶ τῷδʼ ἄχει πεπληγμέναι 1270
 
πάγον παρʼ αὐτὸν χάσμα δύσονται χθονός,
 
σεμνὸν βροτοῖσιν εὐσεβὲς χρηστήριον·
 
σὲ δʼ Ἀρκάδων χρὴ πόλιν ἐπʼ Ἀλφειοῦ ῥοαῖς
 
οἰκεῖν Λυκαίου πλησίον σηκώματος·
 
ἐπώνυμος δὲ σοῦ πόλις κεκλήσεται. 1275
 
σοὶ μὲν τάδʼ εἶπον· τόνδε δʼ Αἰγίσθου νέκυν
 
Ἄργους πολῖται γῆς καλύψουσιν τάφῳ.
 
μητέρα δὲ τὴν σὴν ἄρτι Ναυπλίαν παρὼν
 
Μενέλαος, ἐξ οὗ Τρωικὴν εἷλε χθόνα,
 
Ἑλένη τε θάψει· Πρωτέως γὰρ ἐκ δόμων 1280
 
ἥκει λιποῦσʼ Αἴγυπτον οὐδʼ ἦλθεν Φρύγας·
 
Ζεὺς δʼ, ὡς ἔρις γένοιτο καὶ φόνος βροτῶν,
 
εἴδωλον Ἑλένης ἐξέπεμψʼ ἐς Ἴλιον.
 
Πυλάδης μὲν οὖν κόρην τε καὶ δάμαρτʼ ἔχων
 
Ἀχαιίδος γῆς οἴκαδʼ ἐσπορευέτω, 1285
 
καὶ τὸν λόγῳ σὸν πενθερὸν κομιζέτω
 
Φωκέων ἐς αἶαν καὶ δότω πλούτου βάρος·
 
σὺ δʼ Ἰσθμίας γῆς αὐχένʼ ἐμβαίνω ποδὶ
 
χώρει πρὸς ὄχθον Κεκροπίας εὐδαίμονα.
 
πεπρωμένην γὰρ μοῖραν ἐκπλήσας φόνου 1290
 
εὐδαιμονήσεις τῶνδʼ ἀπαλλαχθεὶς πόνων.
Χορός
ὦ παῖδε Διός, θέμις ἐς φθογγὰς
 
τὰς ὑμετέρας ἡμῖν πελάθειν;
Διόσκουροι
θέμις, οὐ μυσαραῖς τοῖσδε σφαγίοις.
Ἠλέκτρα
κἀμοὶ μύθου μέτα, Τυνδαρίδαι; 1295
Διόσκουροι
καὶ σοί· Φοίβῳ τήνδʼ ἀναθήσω
 
πρᾶξιν φονίαν.
Χορός
πῶς ὄντε θεὼ τῆσδέ τʼ ἀδελφὼ
 
τῆς καπφθιμένης
 
οὐκ ἠρκέσατον κῆρας μελάθροις; 1300
Διόσκουροι
μοῖρά τʼ ἀνάγκης ἦγʼ ἐς τὸ χρεών,
 
Φοίβου τʼ ἄσοφοι γλώσσης ἐνοπαί.
Ἠλέκτρα
τίς δʼ ἔμʼ Ἀπόλλων, ποῖοι χρησμοὶ
 
φονίαν ἔδοσαν μητρὶ γενέσθαι;
Διόσκουροι
κοιναὶ πράξεις, κοινοὶ δὲ πότμοι, 1305
 
μία δʼ ἀμφοτέρους
 
ἄτη πατέρων διέκναισεν.
Ὀρέστης
ὦ σύγγονέ μοι, χρονίαν σʼ ἐσιδὼν
 
τῶν σῶν εὐθὺς φίλτρων στέρομαι
 
καὶ σʼ ἀπολείψω σοῦ λειπόμενος. 1310
Διόσκουροι
πόσις ἔστʼ αὐτῇ καὶ δόμος· οὐχ ἥδʼ
 
οἰκτρὰ πέπονθεν, πλὴν ὅτι λείπει
 
πόλιν Ἀργείων.
Ἠλέκτρα
καὶ τίνες ἄλλαι στοναχαὶ μείζους
 
ἢ γῆς πατρίας ὅρον ἐκλείπειν; 1315
Ὀρέστης
ἀλλʼ ἐγὼ οἴκων ἔξειμι πατρὸς
 
καὶ ἐπʼ ἀλλοτρίαις ψήφοισι φόνον
 
μητρὸς ὑφέξω.
Διόσκουροι
θάρσει· Παλλάδος
 
ὁσίαν ἥξεις πόλιν· ἀλλʼ ἀνέχου. 1320
Ἠλέκτρα
περί μοι στέρνοις στέρνα πρόσαψον,
 
σύγγονε φίλτατε·
 
διὰ γὰρ ζευγνῦσʼ ἡμᾶς πατρίων
 
μελάθρων μητρὸς φόνιοι κατάραι.
Ὀρέστης
βάλε, πρόσπτυξον σῶμα· θανόντος δʼ 1325
 
ὡς ἐπὶ τύμβῳ καταθρήνησον.
Διόσκουροι
φεῦ φεῦ· δεινὸν τόδʼ ἐγηρύσω
 
καὶ θεοῖσι κλύειν.
 
ἔνι γὰρ κἀμοὶ τοῖς τʼ οὐρανίδαις
 
οἶκτοι θνητῶν πολυμόχθων. 1330
Ὀρέστης
οὐκέτι σʼ ὄψομαι.
Ἠλέκτρα
οὐδʼ ἐγὼ ἐς σὸν βλέφαρον πελάσω.
Ὀρέστης
τάδε λοίσθιά μοι προσφθέγματά σου.
Ἠλέκτρα
ὦ χαῖρε, πόλις·
 
χαίρετε δʼ ὑμεῖς πολλά, πολίτιδες. 1335
Ὀρέστης
ὦ πιστοτάτη, στείχεις ἤδη;
Ἠλέκτρα
στείχω βλέφαρον τέγγουσʼ ἁπαλόν.
Ὀρέστης
Πυλάδη, χαίρων ἴθι, νυμφεύου 1340
 
δέμας Ἠλέκτρας.
Διόσκουροι
τοῖσδε μελήσει γάμος· ἀλλὰ κύνας
 
τάσδʼ ὑποφεύγων στεῖχʼ ἐπʼ Ἀθηνῶν·
 
δεινὸν γὰρ ἴχνος βάλλουσʼ ἐπὶ σοὶ
 
χειροδράκοντες χρῶτα κελαιναί, 1345
 
δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι·
 
νὼ δʼ ἐπὶ πόντον Σικελὸν σπουδῇ
 
σῴσοντε νεῶν πρῴρας ἐνάλους.
 
διὰ δʼ αἰθερίας στείχοντε πλακὸς
 
τοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν, 1350
 
οἷσιν δʼ ὅσιον καὶ τὸ δίκαιον
 
φίλον ἐν βιότῳ, τούτους χαλεπῶν
 
ἐκλύοντες μόχθων σῴζομεν.
 
οὕτως ἀδικεῖν μηδεὶς θελέτω
 
μηδʼ ἐπιόρκων μέτα συμπλείτω· 1355
 
θεὸς ὢν θνητοῖς ἀγορεύω.
Χορός
χαίρετε· χαίρειν δʼ ὅστις δύναται
 
καὶ ξυντυχίᾳ μή τινι κάμνει
 
θνητῶν, εὐδαίμονα πράσσει.
← Önceki 12 / 12

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme