Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Prologos

Αὐτουργός
μνηστῆρες ᾔτουν Ἑλλάδος πρῶτοι χθονός.
 
δείσας δὲ μή τῳ παῖδʼ ἀριστέων τέκοι
 
Ἀγαμέμνονος ποινάτορʼ, εἶχεν ἐν δόμοις
 
Αἴγισθος οὐδʼ ἥρμοζε νυμφίῳ τινί.
 
ἐπεὶ δὲ καὶ τοῦτʼ ἦν φόβου πολλοῦ πλέων, 25
 
μή τῳ λαθραίως τέκνα γενναίῳ τέκοι,
 
κτανεῖν σφε βουλεύσαντος, ὠμόφρων ὅμως
 
μήτηρ νιν ἐξέσῳσεν Αἰγίσθου χερός.
 
ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχʼ ὀλωλότα,
 
παίδων δʼ ἔδεισε μὴ φθονηθείη φόνῳ. 30
 
ἐκ τῶνδε δὴ τοιόνδʼ ἐμηχανήσατο
 
Αἴγισθος· ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰς
 
Ἀγαμέμνονος παῖς, χρυσὸν εἶφʼ ὃς ἂν κτάνῃ,
 
ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχειν
 
δάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπο 35
 
γεγῶσιν — οὐ δὴ τοῦτό γʼ ἐξελέγχομαι·
 
λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴ
 
πένητες, ἔνθεν ηὑγένειʼ ἀπόλλυται —
 
ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον.
 
εἰ γάρ νιν ἔσχεν ἀξίωμʼ ἔχων ἀνήρ, 40
← Önceki Prologos · 2 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme