Thesauros Literature Tragedy Τρῳάδες

Τρῳάδες

Τρῳάδες Euripides

Stasimon 3

[Choral 1]
οὕτω δὴ τὸν ἐν Ἰλίῳ 1060
Χορός
ναὸν καὶ θυόεντα βω-
 
μὸν προύδωκας Ἀχαιοῖς,
 
ὦ Ζεῦ, καὶ πελάνων φλόγα
 
σμύρνης αἰθερίας τε κα-
 
πνὸν καὶ Πέργαμον ἱερὰν 1065
 
Ἰδαῖά τʼ Ἰδαῖα κισσοφόρα νάπη
 
χιόνι κατάρυτα ποταμίᾳ
 
τέρμονα πρωτόβολόν θʼ ἁλίῳ,
 
τὰν καταλαμπομέναν ζαθέαν θεράπναν. 1070
 
φροῦδαί σοι θυσίαι χορῶν τʼ
 
εὔφημοι κέλαδοι κατʼ ὄρ-
 
φναν τε παννυχίδες θεῶν,
 
χρυσέων τε ξοάνων τύποι
 
Φρυγῶν τε ζάθεοι σελᾶ- 1075
 
ναι συνδώδεκα πλήθει.
 
μέλει μέλει μοι τάδʼ εἰ φρονεῖς, ἄναξ,
 
οὐράνιον ἕδρανον ἐπιβεβὼς
 
αἰθέρα τε πτόλεως ὀλομένας,
 
ἃν πυρὸς αἰθομένα κατέλυσεν ὁρμά. 1080
[Choral 2]
ὦ φίλος ὦ πόσι μοι,
Χορός
σὺ μὲν φθίμενος ἀλαίνεις
 
ἄθαπτος ἄνυδρος, ἐμὲ δὲ πόντιον σκάφος 1085
 
ἀίσσον πτεροῖσι πορεύσει
 
ἱππόβοτον Ἄργος, ἵνα τείχεα
 
λάινα Κυκλώπιʼ οὐράνια νέμονται.
 
τέκνων δὲ πλῆθος ἐν πύλαις
 
δάκρυσι κατᾴορα στένει· 1090
 
βοᾷ βοᾷ·
 
Μᾶτερ, ὤμοι, μόναν δή μʼ Ἀχαιοὶ κομί-
 
ζουσι σέθεν ἀπʼ ὀμμάτων
 
κυανέαν ἐπὶ ναῦν
 
εἰναλίαισι πλάταις 1095
 
ἢ Σαλαμῖνʼ ἱερὰν
 
ἢ δίπορον κορυφὰν
 
Ἴσθμιον, ἔνθα πύλας
 
Πέλοπος ἔχουσιν ἕδραι.
 
εἴθʼ ἀκάτου Μενέλα 1100
 
μέσον πέλαγος ἰούσας,
 
δίπαλτον ἱερὸν ἀνὰ μέσον πλατᾶν πέσοι
 
Αἰγαίου κεραυνοφαὲς πῦρ,
 
Ἰλιόθεν ὅτε με πολύδακρυν 1105
 
Ἑλλάδι λάτρευμα γᾶθεν ἐξορίζει,
 
χρύσεα δʼ ἔνοπτρα, παρθένων
 
χάριτας, ἔχουσα τυγχάνει
 
Διὸς κόρα·
 
μηδὲ γαῖάν ποτʼ ἔλθοι Λάκαιναν πατρῷ- 1110
 
όν τε θάλαμον ἑστίας,
 
μηδὲ πόλιν Πιτάνας
 
χαλκόπυλόν τε θεάν,
 
δύσγαμον αἶσχος ἑλὼν
 
Ἑλλάδι τᾷ μεγάλᾳ 1115
 
καὶ Σιμοεντιάσιν
 
μέλεα πάθεα ῥοῇσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme