Thesauros Literature Tragedy Τρῳάδες

Τρῳάδες

Τρῳάδες Euripides

Epeisodion 3

Ἑκάβη
πέμψω συνεκκλέψασα· καὶ παῦσον μάχης
 
Ἕλληνας ἡμᾶς τε. ἀλλὰ σοὶ τόδʼ ἦν πικρόν.
 
ἐν τοῖς Ἀλεξάνδρου γὰρ ὕβριζες δόμοις 1020
 
καὶ προσκυνεῖσθαι βαρβάρων ὕπʼ ἤθελες·
 
μεγάλα γὰρ ἦν σοι. — κἀπὶ τοῖσδε σὸν δέμας
 
ἐξῆλθες ἀσκήσασα κἄβλεψας πόσει
 
τὸν αὐτὸν αἰθέρʼ, ὦ κατάπτυστον κάρα·
 
ἣν χρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις, 1025
 
φρίκῃ τρέμουσαν, κρᾶτʼ ἀπεσκυθισμένην
 
ἐλθεῖν, τὸ σῶφρον τῆς ἀναιδείας πλέον
 
ἔχουσαν ἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις.
 
Μενέλαʼ, ἵνʼ εἰδῇς οἷ τελευτήσω λόγον,
 
στεφάνωσον Ἑλλάδʼ ἀξίως τήνδε κτανὼν 1030
 
σαυτοῦ, νόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲς
 
γυναιξί, θνῄσκειν ἥτις ἂν προδῷ πόσιν.
Χορός
Μενέλαε, προγόνων τʼ ἀξίως δόμων τε σῶν
 
τεῖσαι δάμαρτα κἀφελοῦ, πρὸς Ἑλλάδος,
 
ψόγον τὸ θῆλύ τʼ, εὐγενὴς ἐχθροῖς φανείς. 1035
Μενέλαος
ἐμοὶ σὺ συμπέπτωκας ἐς ταὐτὸν λόγου,
 
ἑκουσίως τήνδʼ ἐκ δόμων ἐλθεῖν ἐμῶν
← Önceki Epeisodion 3 · 9 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme