Thesauros Literature Tragedy Τρῳάδες

Τρῳάδες

Τρῳάδες Euripides

Epeisodion 3

Ἑλένη
ἦλθʼ οὐχὶ μικρὰν θεὸν ἔχων αὑτοῦ μέτα 940
 
ὁ τῆσδʼ ἀλάστωρ, εἴτʼ Ἀλέξανδρον θέλεις
 
ὀνόματι προσφωνεῖν νιν εἴτε καὶ Πάριν·
 
ὅν, ὦ κάκιστε, σοῖσιν ἐν δόμοις λιπὼν
 
Σπάρτης ἀπῆρας νηὶ Κρησίαν χθόνα.
 
εἶἑν. 945
 
οὐ σέ, ἀλλʼ ἐμαυτὴν τοὐπὶ τῷδʼ ἐρήσομαι· 945
 
τί δὴ φρονοῦσά γʼ ἐκ δόμων ἅμʼ ἑσπόμην
 
ξένῳ, προδοῦσα πατρίδα καὶ δόμους ἐμούς;
 
τὴν θεὸν κόλαζε καὶ Διὸς κρείσσων γενοῦ,
 
ὃς τῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος,
 
κείνης δὲ δοῦλός ἐστι· συγγνώμη δʼ ἐμοί. 950
 
ἔνθεν δʼ ἔχοις ἂν εἰς ἔμʼ εὐπρεπῆ λόγον·
 
ἐπεὶ θανὼν γῆς ἦλθʼ Ἀλέξανδρος μυχούς,
 
χρῆν μʼ, ἡνίκʼ οὐκ ἦν θεοπόνητά μου λέχη,
 
λιποῦσαν οἴκους ναῦς ἐπʼ Ἀργείων μολεῖν.
 
ἔσπευδον αὐτὸ τοῦτο· μάρτυρες δέ μοι 955
 
πύργων πυλωροὶ κἀπὸ τειχέων σκοποί,
 
οἳ πολλάκις μʼ ἐφηῦρον ἐξ ἐπάλξεων
 
πλεκταῖσιν ἐς γῆν σῶμα κλέπτουσαν τόδε.
← Önceki Epeisodion 3 · 5 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme