Thesauros Literature Tragedy Τρῳάδες

Τρῳάδες

Τρῳάδες Euripides

Epeisodion 3

Μενέλαος
ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε, 860
 
ἐν ᾧ δάμαρτα τὴν ἐμὴν χειρώσομαι
 
Ἑλένην· ὁ γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼ
 
Μενέλαός εἰμι καὶ στράτευμʼ Ἀχαιϊκόν.
 
ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί με
 
γυναικὸς οὕνεκʼ, ἀλλʼ ἐπʼ ἄνδρʼ ὃς ἐξ ἐμῶν 865
 
δόμων δάμαρτα ξεναπάτης ἐλῄσατο.
 
κεῖνος μὲν οὖν δέδωκε σὺν θεοῖς δίκην
 
αὐτός τε καὶ γῆ δορὶ πεσοῦσʼ Ἑλληνικῷ.
 
ἥκω δὲ τὴν τάλαιναν — οὐ γὰρ ἡδέως
 
ὄνομα δάμαρτος ἥ ποτʼ ἦν ἐμὴ λέγω — 870
 
ἄξων· δόμοις γὰρ τοῖσδʼ ἐν αἰχμαλωτικοῖς
 
κατηρίθμηται Τρῳάδων ἄλλων μέτα.
 
οἵπερ γὰρ αὐτὴν ἐξεμόχθησαν δορί,
 
κτανεῖν ἐμοί νιν ἔδοσαν, εἴτε μὴ κτανὼν
 
θέλοιμʼ ἄγεσθαι πάλιν ἐς Ἀργείαν χθόνα. 875
 
ἐμοὶ δʼ ἔδοξε τὸν μὲν ἐν Τροίᾳ μόρον
 
Ἑλένης ἐᾶσαι, ναυπόρῳ δʼ ἄγειν πλάτῃ
 
Ἑλληνίδʼ ἐς γῆν κᾆτʼ ἐκεῖ δοῦναι κτανεῖν,
 
ποινὰς ὅσοις τεθνᾶσʼ ἐν Ἰλίῳ φίλοι.
← Önceki bölüm Epeisodion 3 · 1 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme