Thesauros Literature Tragedy Τρῳάδες

Τρῳάδες

Τρῳάδες Euripides

Stasimon 2

[Episode]
Ἑκάβη, λεύσσεις τήνδʼ Ἀνδρομάχην
Χορός
ξενικοῖς ἐπʼ ὄχοις πορθμευομένην;
 
παρὰ δʼ εἰρεσίᾳ μαστῶν ἕπεται 570
 
φίλος Ἀστυάναξ, Ἕκτορος ἶνις.
 
ποῖ ποτʼ ἀπήνης νώτοισι φέρῃ,
 
δύστανε γύναι, πάρεδρος χαλκέοις
 
Ἕκτορος ὅπλοις σκύλοις τε Φρυγῶν
 
δοριθηράτοις,
 
οἷσιν Ἀχιλλέως παῖς Φθιώτας 575
 
στέψει ναοὺς ἀπὸ Τροίας;
[Episode 1]
Ἀχαιοὶ δεσπόται μʼ ἄγουσιν.
Ἑκάβη
οἴμοι.
Ἀνδρομάχη
τί παιᾶνʼ ἐμὸν στενάζεις;
Ἑκάβη
αἰαῖ —
Ἀνδρομάχη
τῶνδʼ ἀλγέων —
Ἑκάβη
ὦ Ζεῦ — 580
Ἀνδρομάχη
καὶ συμφορᾶς. 580
Ἑκάβη
τέκεα,
Ἀνδρομάχη
πρίν ποτʼ ἦμεν.
Ἑκάβη
βέβακʼ ὄλβος, βέβακε Τροία
Ἀνδρομάχη
τλάμων.
Ἑκάβη
ἐμῶν τʼ εὐγένεια παίδων.
Ἀνδρομάχη
φεῦ φεῦ.
Ἑκάβη
φεῦ δῆτʼ ἐμῶν
Ἀνδρομάχη
κακῶν. 585
Ἑκάβη
οἰκτρὰ τύχα 585
Ἀνδρομάχη
πόλεος,
Ἑκάβη
ἃ καπνοῦται.
[Episode 2]
μόλοις, ὦ πόσις, μοι —
Ἑκάβη
βοᾷς τὸν παρʼ Ἅιδᾳ
 
παῖδʼ ἐμόν, ὦ μελέα.
Ἀνδρομάχη
σᾶς δάμαρτος ἄλκαρ. 590
Ἑκάβη
σύ τʼ, ὦ λῦμʼ Ἀχαιῶν,
 
τέκνων δέσποθʼ ἁμῶν,
 
πρεσβυγενὲς Πρίαμε,
 
κοίμισαί μʼ ἐς Ἅιδου.
[Episode 3]
οἵδε πόθοι μεγάλοι 595
Ἑκάβη
σχετλία, τάδε πάσχομεν ἄλγη. 595
Ἀνδρομάχη
οἰχομένας πόλεως
Ἑκάβη
ἐπὶ δʼ ἄλγεσιν ἄλγεα κεῖται.
Ἀνδρομάχη
δυσφροσύναισι θεῶν, ὅτε σὸς γόνος ἔκφυγεν Ἅιδαν,
 
ὃς λεχέων στυγερῶν χάριν ὤλεσε
 
πέργαμα Τροίας· αἱματόεντα δὲ
 
θεᾷ παρὰ Παλλάδι σώματα νεκρῶν
 
γυψὶ φέρειν τέταται· ζυγὰ δʼ ἤνυσε 600
 
δούλια Τροίᾳ. 600
Ἑκάβη
ὦ πατρίς, ὦ μελέα
Ἀνδρομάχη
καταλειπομέναν σε δακρύω,
Ἑκάβη
νῦν τέλος οἰκτρὸν ὁρᾷς.
Ἀνδρομάχη
καὶ ἐμὸν δόμον ἔνθʼ ἐλοχεύθην.
Ἑκάβη
ὦ τέκνʼ, ἐρημόπολις μάτηρ ἀπολείπεται ὑμῶν,
 
οἷος ἰάλεμος, οἷά τε πένθη
 
 
δάκρυά τʼ ἐκ δακρύων καταλείβεται 605
 
ἁμετέροισι δόμοις· ὁ θανὼν δʼ ἐπι-
 
λάθεται ἀλγέων ἀδάκρυτος.
Χορός
ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσι
 
θρήνων τʼ ὀδυρμοὶ μοῦσά θʼ ἣ λύπας ἔχει.
Ἀνδρομάχη
ὦ μῆτερ ἀνδρός, ὅς ποτʼ Ἀργείων δορὶ 610
 
πλείστους διώλεσʼ, Ἕκτορος, τάδʼ εἰσορᾷς;
Ἑκάβη
ὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦσʼ ἄνω
 
τὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντʼ ἀπώλεσαν.
Ἀνδρομάχη
ἀγόμεθα λεία σὺν τέκνῳ· τὸ δʼ εὐγενὲς
 
ἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδʼ ἔχον. 615
Ἑκάβη
τὸ τῆς ἀνάγκης δεινόν· ἄρτι κἀπʼ ἐμοῦ
 
βέβηκʼ ἀποσπασθεῖσα Κασάνδρα βίᾳ.
Ἀνδρομάχη
φεῦ φεῦ·
 
ἄλλος τις Αἴας, ὡς ἔοικε, δεύτερος
 
παιδὸς πέφηνε σῆς. νοσεῖς δὲ χἅτερα.
Ἑκάβη
ὧν γʼ οὔτε μέτρον οὔτʼ ἀριθμός ἐστί μοι· 620
 
κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται.
Ἀνδρομάχη
τέθνηκέ σοι παῖς πρὸς τάφῳ Πολυξένη
 
σφαγεῖσʼ Ἀχιλλέως, δῶρον ἀψύχῳ νεκρῷ.
Ἑκάβη
οἲ ʼγὼ τάλαινα. τοῦτʼ ἐκεῖνʼ ὅ μοι πάλαι
 
Ταλθύβιος αἴνιγμʼ οὐ σαφῶς εἶπεν σαφές. 625
Ἀνδρομάχη
εἶδόν νιν αὐτή, κἀποβᾶσα τῶνδʼ ὄχων
 
ἔκρυψα πέπλοις κἀπεκοψάμην νεκρόν.
Ἑκάβη
αἰαῖ, τέκνον, σῶν ἀνοσίων προσφαγμάτων·
 
αἰαῖ μάλʼ αὖθις, ὡς κακῶς διόλλυσαι.
Ἀνδρομάχη
ὄλωλεν ὡς ὄλωλεν· ἀλλʼ ὅμως ἐμοῦ 630
 
ζώσης γʼ ὄλωλεν εὐτυχεστέρῳ πότμῳ.
Ἑκάβη
οὐ ταὐτόν, ὦ παῖ, τῷ βλέπειν τὸ κατθανεῖν·
 
τὸ μὲν γὰρ οὐδέν, τῷ δʼ ἔνεισιν ἐλπίδες.
Ἀνδρομάχη
ὦ μῆτερ, ὦ τεκοῦσα, κάλλιστον λόγον
 
ἄκουσον, ὥς σοι τέρψιν ἐμβαλῶ φρενί. 635
 
τὸ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω,
 
τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν.
 
ἀλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ᾐσθημένος·
 
ὁ δʼ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν
 
ψυχὴν ἀλᾶται τῆς πάροιθʼ εὐπραξίας. 640
 
κείνη δʼ, ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς,
 
τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν.
 
ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίας
 
λαχοῦσα πλεῖον τῆς τύχης ἡμάρτανον.
 
ἃ γὰρ γυναιξὶ σώφρονʼ ἔσθʼ ηὑρημένα, 645
 
ταῦτʼ ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας.
 
πρῶτον μέν, ἔνθα — κἂν προσῇ κἂν μὴ προσῇ
 
ψόγος γυναιξίν — αὐτὸ τοῦτʼ ἐφέλκεται
 
κακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει,
 
τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις· 650
 
ἔσω τε μελάθρων κομψὰ θηλειῶν ἔπη
 
οὐκ εἰσεφρούμην, τὸν δὲ νοῦν διδάσκαλον
 
οἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί.
 
γλώσσης τε σιγὴν ὄμμα θʼ ἥσυχον πόσει
 
παρεῖχον· ᾔδη δʼ ἁμὲ χρῆν νικᾶν πόσιν, 655
 
κείνῳ τε νίκην ὧν ἐχρῆν παριέναι.
 
καὶ τῶνδε κληδὼν ἐς στράτευμʼ Ἀχαιϊκὸν
 
ἐλθοῦσʼ ἀπώλεσέν μʼ· ἐπεὶ γὰρ ᾑρέθην,
 
Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖν
 
δάμαρτα· δουλεύσω δʼ ἐν αὐθεντῶν δόμοις. 660
 
κεἰ μὲν παρώσασʼ Ἕκτορος φίλον κάρα
 
πρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα,
 
κακὴ φανοῦμαι τῷ θανόντι· τόνδε δʼ αὖ
 
στυγοῦσʼ ἐμαυτῆς δεσπόταις μισήσομαι.
 
καίτοι λέγουσιν ὡς μίʼ εὐφρόνη χαλᾷ 665
 
τὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος·
 
ἀπέπτυσʼ αὐτήν, ἥτις ἄνδρα τὸν πάρος
 
καινοῖσι λέκτροις ἀποβαλοῦσʼ ἄλλον φιλεῖ.
 
ἀλλʼ οὐδὲ πῶλος ἥτις ἂν διαζυγῇ
 
τῆς συντραφείσης, ῥᾳδίως ἕλξει ζυγόν. 670
 
καίτοι τὸ θηριῶδες ἄφθογγόν τʼ ἔφυ
 
ξυνέσει τʼ ἄχρηστον τῇ φύσει τε λείπεται.
 
σὲ δʼ, ὦ φίλʼ Ἕκτορ, εἶχον ἄνδρʼ ἀρκοῦντά μοι
 
ξυνέσει γένει πλούτῳ τε κἀνδρείᾳ μέγαν·
 
ἀκήρατον δέ μʼ ἐκ πατρὸς λαβὼν δόμων 675
 
πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος.
 
καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δʼ ἐγὼ
 
πρὸς Ἑλλάδʼ αἰχμάλωτος ἐς δοῦλον ζυγόν.
 
ἆρʼ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχειν κακῶν
 
Πολυξένης ὄλεθρος, ἣν καταστένεις; 680
 
ἐμοὶ γὰρ οὐδʼ ὃ πᾶσι λείπεται βροτοῖς
 
ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας
 
πράξειν τι κεδνόν· ἡδὺ δʼ ἐστὶ καὶ δοκεῖν.
Χορός
ἐς ταὐτὸν ἥκεις συμφορᾶς· θρηνοῦσα δὲ
 
τὸ σὸν διδάσκεις μʼ ἔνθα πημάτων κυρῶ. 685
Ἑκάβη
αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος,
 
γραφῇ δʼ ἰδοῦσα καὶ κλύουσʼ ἐπίσταμαι.
 
ναύταις γὰρ ἢν μὲν μέτριος ᾖ χειμὼν φέρειν,
 
προθυμίαν ἔχουσι σωθῆναι πόνων,
 
ὁ μὲν παρʼ οἴαχʼ, ὁ δʼ ἐπὶ λαίφεσιν βεβώς, 690
 
ὁ δʼ ἄντλον εἴργων ναός· ἢν δʼ ὑπερβάλῃ
 
πολὺς ταραχθεὶς πόντος, ἐνδόντες τύχῃ
 
παρεῖσαν αὑτοὺς κυμάτων δρομήμασιν.
 
οὕτω δὲ κἀγὼ πόλλʼ ἔχουσα πήματα
 
ἄφθογγός εἰμι καὶ παρεῖσʼ ἐῶ στόμα· 695
 
νικᾷ γὰρ οὑκ θεῶν με δύστηνος κλύδων.
 
ἀλλʼ, ὦ φίλη παῖ, τὰς μὲν Ἕκτορος τύχας
 
ἔασον· οὐ μὴ δάκρυά νιν σώσῃ τὰ σά·
 
τίμα δὲ τὸν παρόντα δεσπότην σέθεν,
 
φίλον διδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων. 700
 
κἂν δρᾷς τάδʼ, ἐς τὸ κοινὸν εὐφρανεῖς φίλους
 
καὶ παῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂν
 
Τροίᾳ μέγιστον ὠφέλημʼ, ἵνʼ — εἴ ποτε —
 
ἐκ σοῦ γενόμενοι παῖδες Ἴλιον πάλιν
 
κατοικίσειαν, καὶ πόλις γένοιτʼ ἔτι. 705
 
ἀλλʼ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος,
 
τίνʼ αὖ δέδορκα τόνδʼ Ἀχαιϊκὸν λάτριν
 
στείχοντα καινῶν ἄγγελον βουλευμάτων;
Ταλθύβιος
Φρυγῶν ἀρίστου πρίν ποθʼ Ἕκτορος δάμαρ,
 
μή με στυγήσῃς· οὐχ ἑκὼν γὰρ ἀγγελῶ. 710
 
Δαναῶν δὲ κοινὰ Πελοπιδῶν τʼ ἀγγέλματα
Ἀνδρομάχη
τί δʼ ἔστιν; ὥς μοι φροιμίων ἄρχῃ κακῶν.
Ταλθύβιος
ἔδοξε τόνδε παῖδα πῶς εἴπω λόγον;
Ἀνδρομάχη
μῶν οὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν;
Ταλθύβιος
οὐδεὶς Ἀχαιῶν τοῦδε δεσπόσει ποτέ. 715
Ἀνδρομάχη
ἀλλʼ ἐνθάδʼ αὐτοῦ λείψανον Φρυγῶν λιπεῖν;
Ταλθύβιος
οὐκ οἶδʼ ὅπως σοι ῥᾳδίως εἴπω κακά.
Ἀνδρομάχη
ἐπῄνεσʼ αἰδῶ, πλὴν ἐὰν λέγῃς καλά.
Ταλθύβιος
κτενοῦσι σὸν παῖδʼ, ὡς πύθῃ κακὸν μέγα.
Ἀνδρομάχη
οἴμοι, γάμων τόδʼ ὡς κλύω μεῖζον κακόν. 720
Ταλθύβιος
νικᾷ δʼ Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγων
Ἀνδρομάχη
αἰαῖ μάλʼ· οὐ γὰρ μέτρια πάσχομεν κακά.
Ταλθύβιος
λέξας ἀρίστου παῖδα μὴ τρέφειν πατρὸς
Ἀνδρομάχη
τοιαῦτα νικήσειε τῶν αὑτοῦ πέρι.
Ταλθύβιος
ῥῖψαι δὲ πύργων δεῖν σφε Τρωικῶν ἄπο. 725
 
ἀλλʼ ὣς γενέσθω, καὶ σοφωτέρα φανῇ·
 
μήτʼ ἀντέχου τοῦδʼ, εὐγενῶς δʼ ἄλγει κακοῖς,
 
μήτε σθένουσα μηδὲν ἰσχύειν δόκει.
 
ἔχεις γὰρ ἀλκὴν οὐδαμῇ. σκοπεῖν δὲ χρή·
 
πόλις τʼ ὄλωλε καὶ πόσις, κρατῇ δὲ σύ, 730
 
ἡμεῖς δὲ πρὸς γυναῖκα μάρνασθαι μίαν
 
οἷοί τε. τούτων οὕνεκʼ οὐ μάχης ἐρᾶν
 
οὐδʼ αἰσχρὸν οὐδὲν οὐδʼ ἐπίφθονόν σε δρᾶν,
 
οὐδʼ αὖ σʼ Ἀχαιοῖς βούλομαι ῥίπτειν ἀράς.
 
εἰ γάρ τι λέξεις ὧν χολώσεται στρατός, 735
 
οὔτʼ ἂν ταφείη παῖς ὅδʼ οὔτʼ οἴκτου τύχοι.
 
σιγῶσα δʼ εὖ τε τὰς τύχας κεκτημένη
 
τὸν τοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποις
 
αὐτή τʼ Ἀχαιῶν πρευμενεστέρων τύχοις.
Ἀνδρομάχη
ὦ φίλτατʼ, ὦ περισσὰ τιμηθεὶς τέκνον, 740
 
θανῇ πρὸς ἐχθρῶν μητέρʼ ἀθλίαν λιπών,
 
ἡ τοῦ πατρὸς δέ σʼ εὐγένειʼ ἀποκτενεῖ,
 
ἣ τοῖσιν ἄλλοις γίγνεται σωτηρία,
 
τὸ δʼ ἐσθλὸν οὐκ ἐς καιρὸν ἦλθε σοὶ πατρός.
 
ὦ λέκτρα τἀμὰ δυστυχῆ τε καὶ γάμοι, 745
 
οἷς ἦλθον ἐς μέλαθρον Ἕκτορός ποτε,
 
οὐ σφάγιον υἱὸν Δαναΐδαις τέξουσʼ ἐμόν,
 
ἀλλʼ ὡς τύραννον Ἀσιάδος πολυσπόρου.
 
ὦ παῖ, δακρύεις· αἰσθάνῃ κακῶν σέθεν;
 
τί μου δέδραξαι χερσὶ κἀντέχῃ πέπλων, 750
 
νεοσσὸς ὡσεὶ πτέρυγας ἐσπίτνων ἐμάς;
 
οὐκ εἶσιν Ἕκτωρ κλεινὸν ἁρπάσας δόρυ
 
γῆς ἐξανελθὼν σοὶ φέρων σωτηρίαν,
 
οὐ συγγένεια πατρός, οὐκ ἰσχὺς Φρυγῶν·
 
λυγρὸν δὲ πήδημʼ ἐς τράχηλον ὑψόθεν 755
 
πεσὼν ἀνοίκτως, πνεῦμʼ ἀπορρήξεις σέθεν.
 
ὦ νέον ὑπαγκάλισμα μητρὶ φίλτατον,
 
ὦ χρωτὸς ἡδὺ πνεῦμα· διὰ κενῆς ἄρα
 
ἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψʼ ὅδε,
 
μάτην δʼ ἐμόχθουν καὶ κατεξάνθην πόνοις. 760
 
νῦν — οὔποτʼ αὖθις — μητέρʼ ἀσπάζου σέθεν,
 
πρόσπιτνε τὴν τεκοῦσαν, ἀμφὶ δʼ ὠλένας
 
ἕλισσʼ ἐμοῖς νώτοισι καὶ στόμʼ ἅρμοσον.
 
ὦ βάρβαρʼ ἐξευρόντες Ἕλληνες κακά,
 
τί τόνδε παῖδα κτείνετʼ οὐδὲν αἴτιον; 765
 
ὦ Τυνδάρειον ἔρνος, οὔποτʼ εἶ Διός,
 
πολλῶν δὲ πατέρων φημί σʼ ἐκπεφυκέναι,
 
Ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ Φθόνου,
 
Φόνου τε Θανάτου θʼ ὅσα τε γῆ τρέφει κακά.
 
οὐ γάρ ποτʼ αὐχῶ Ζῆνά γʼ ἐκφῦσαί σʼ ἐγώ, 770
 
πολλοῖσι κῆρα βαρβάροις Ἕλλησί τε.
 
ὄλοιο· καλλίστων γὰρ ὀμμάτων ἄπο
 
αἰσχρῶς τὰ κλεινὰ πεδίʼ ἀπώλεσας Φρυγῶν.
 
ἀλλʼ ἄγετε φέρετε ῥίπτετʼ, εἰ ῥίπτειν δοκεῖ·
 
δαίνυσθε τοῦδε σάρκας. ἔκ τε γὰρ θεῶν 775
 
διολλύμεσθα, παιδί τʼ οὐ δυναίμεθʼ ἂν
 
θάνατον ἀρῆξαι. κρύπτετʼ ἄθλιον δέμας
 
καὶ ῥίπτετʼ ἐς ναῦς· ἐπὶ καλὸν γὰρ ἔρχομαι
 
ὑμέναιον, ἀπολέσασα τοὐμαυτῆς τέκνον.
Χορός
τάλαινα Τροία, μυρίους ἀπώλεσας 780
 
μιᾶς γυναικὸς καὶ λέχους στυγνοῦ χάριν.
[Episode]
ἄγε παῖ, φίλιον πρόσπτυγμα μεθεὶς
Ταλθύβιος
μητρὸς μογερᾶς, βαῖνε πατρῴων
 
πύργων ἐπʼ ἄκρας στεφάνας, ὅθι σοι
 
πνεῦμα μεθεῖναι ψῆφος ἐκράνθη. 785
 
λαμβάνετʼ αὐτόν. τὰ δὲ τοιάδε χρὴ
 
κηρυκεύειν, ὅστις ἄνοικτος
 
καὶ ἀναιδείᾳ τῆς ἡμετέρας
 
γνώμης μᾶλλον φίλος ἐστίν.
Ἑκάβη
ὦ τέκνον, ὦ παῖ παιδὸς μογεροῦ, 790
 
συλώμεθα σὴν ψυχὴν ἀδίκως
 
μήτηρ κἀγώ. τί πάθω; τί σʼ ἐγώ,
 
δύσμορε, δράσω; τάδε σοι δίδομεν
 
πλήγματα κρατὸς στέρνων τε κόπους·
 
τῶνδε γὰρ ἄρχομεν. οἲ ʼγὼ πόλεως, 795
 
οἴμοι δὲ σέθεν· τί γὰρ οὐκ ἔχομεν;
 
τίνος ἐνδέομεν μὴ οὐ πανσυδίᾳ
 
χωρεῖν ὀλέθρου διὰ παντός;
[Choral 1]
μελισσοτρόφου Σαλαμῖνος ὦ βασιλεῦ Τελαμών,
Χορός
νάσου περικύμονος οἰκήσας ἕδραν 800
 
τᾶς ἐπικεκλιμένας ὄχθοις ἱεροῖς, ἵνʼ ἐλαίας
 
πρῶτον ἔδειξε κλάδον γλαυκᾶς Ἀθάνα,
 
οὐράνιον στέφανον λιπαραῖσί τε κόσμον Ἀθήναις,
 
ἔβας ἔβας τῷ τοξοφόρῳ συναρι-
 
στεύων ἅμʼ Ἀλκμήνας γόνῳ 805
 
Ἴλιον Ἴλιον ἐκπέρσων πόλιν
 
ἁμετέραν τὸ πάροιθεν ὅτʼ ἔβας ἀφʼ Ἑλλάδος·
 
ὅθʼ Ἑλλάδος ἄγαγε πρῶτον ἄνθος ἀτυζόμενος
 
πώλων, Σιμόεντι δʼ ἐπʼ εὐρείτᾳ πλάταν 810
 
ἔσχασε ποντοπόρον καὶ ναύδετʼ ἀνήψατο πρυμνᾶν
 
καὶ χερὸς εὐστοχίαν ἐξεῖλε ναῶν,
 
Λαομέδοντι φόνον· κανόνων δὲ τυκίσματα Φοίβου
 
πυρὸς φοίνικι πνοᾷ καθελὼν 815
 
Τροίας ἐπόρθησε χθόνα.
 
δὶς δὲ δυοῖν πιτύλοιν τείχη περὶ
 
Δαρδανίας φοινία κατέλυσεν αἰχμά.
[Choral 2]
μάταν ἄρʼ, ὦ χρυσέαις ἐν οἰνοχόαις ἁβρὰ βαίνων, 820
Χορός
Λαομεδόντιε παῖ,
 
Ζηνὸς ἔχεις κυλίκων πλήρωμα, καλλίσταν λατρείαν·
 
ἁ δέ σε γειναμένα πυρὶ δαίεται· 825
 
ἠιόνες δʼ ἅλιαι
 
ἴακχον οἰωνὸς οἷ-
 
ον τεκέων ὕπερ βοᾷ, 830
 
ᾇ μὲν εὐνάτορας, ᾇ δὲ παῖδας,
 
ᾇ δὲ ματέρας γεραιάς.
 
τὰ δὲ σὰ δροσόεντα λουτρὰ
 
γυμνασίων τε δρόμοι
 
βεβᾶσι, σὺ δὲ πρόσωπα νεα- 835
 
ρὰ χάρισι παρὰ Διὸς θρόνοις
 
καλλιγάλανα τρέφεις· Πριάμοιο δὲ γαῖαν
 
Ἑλλὰς ὤλεσʼ αἰχμά.
 
Ἔρως Ἔρως, ὃς τὰ Δαρδάνεια μέλαθρά ποτʼ ἦλθες 840
 
οὐρανίδαισι μέλων,
 
ὡς τότε μὲν μεγάλως Τροίαν ἐπύργωσας, θεοῖσι
 
κῆδος ἀναψάμενος. τὸ μὲν οὖν Διὸς 845
 
οὐκέτʼ ὄνειδος ἐρῶ·
 
τὸ τᾶς δὲ λευκοπτέρου
 
φίλιον Ἁμέρας βροτοῖς
 
φέγγος ὀλοὸν εἶδε γαῖαν, 850
 
εἶδε περγάμων ὄλεθρον,
 
τεκνοποιὸν ἔχουσα τᾶσδε
 
γᾶς πόσιν ἐν θαλάμοις,
 
ὃν ἀστέρων τέθριππος ἔλα- 855
 
βε χρύσεος ὄχος ἀναρπάσας,
 
ἐλπίδα γᾷ πατρίᾳ μεγάλαν· τὰ θεῶν δὲ
 
φίλτρα φροῦδα Τροίᾳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme