Thesauros Literature Tragedy Τρῳάδες

Τρῳάδες

Τρῳάδες Euripides

Stasimon 1

[Episode]
καὶ μὴν Δαναῶν ὅδʼ ἀπὸ στρατιᾶς 230
Χορός
κῆρυξ, νεοχμῶν μύθων ταμίας,
 
στείχει ταχύπουν ἴχνος ἐξανύων.
 
τί φέρει; τί λέγει; δοῦλαι γὰρ δὴ
 
Δωρίδος ἐσμὲν χθονὸς ἤδη.
Ταλθύβιος
Ἑκάβη, πυκνὰς γὰρ οἶσθά μʼ ἐς Τροίαν ὁδοὺς 235
 
ἐλθόντα κήρυκʼ ἐξ Ἀχαιικοῦ στρατοῦ,
 
ἐγνωσμένος δὲ καὶ πάροιθέ σοι, γύναι,
 
Ταλθύβιος ἥκω καινὸν ἀγγελῶν λόγον.
Ἑκάβη
αἰαῖ, τόδε
 
τόδε, φίλαι Τρῳάδες, ὃ φόβος ἦν πάλαι.
Ταλθύβιος
ἤδη κεκλήρωσθʼ, εἰ τόδʼ ἦν ὑμῖν φόβος. 240
Ἑκάβη
αἰαῖ, τίνʼ ἢ
 
Θεσσαλίας πόλιν ἢ
 
Φθιάδος εἶπας ἢ Καδμείας χθονός;
Ταλθύβιος
κατʼ ἄνδρʼ ἑκάστη κοὐχ ὁμοῦ λελόγχατε.
Ἑκάβη
τίνʼ ἄρα τίς ἔλαχε; τίνα πότμος εὐτυχὴς
 
Ἰλιάδων μένει; 245
Ταλθύβιος
οἶδʼ· ἀλλʼ ἕκαστα πυνθάνου, μὴ πάνθʼ ὁμοῦ.
Ἑκάβη
τοὐμὸν τίς ἆρʼ
 
ἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασάνδραν;
Ταλθύβιος
ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ.
Ἑκάβη
ἦ τᾷ Λακεδαιμονίᾳ νύμφᾳ 250
 
δούλαν; ἰώ μοί μοι.
Ταλθύβιος
οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια.
Ἑκάβη
ἦ τὰν τοῦ Φοίβου παρθένον, ᾇ γέρας ὁ
 
χρυσοκόμας ἔδωκʼ ἄλεκτρον ζόαν;
Ταλθύβιος
ἔρως ἐτόξευσʼ αὐτὸν ἐνθέου κόρης. 255
Ἑκάβη
ῥῖπτε, τέκνον, ζαθέους κλῇ-
 
δας καὶ ἀπὸ χροὸς ἐνδυ-
 
τῶν στεφέων ἱεροὺς στολμούς.
Ταλθύβιος
οὐ γὰρ μέγʼ αὐτῇ βασιλικῶν λέκτρων τυχεῖν;
Ἑκάβη
τί δʼ ὃ νεοχμὸν ἀπʼ ἐμέθεν ἐλάβετε τέκος, ποῦ μοι; 260
Ταλθύβιος
Πολυξένην ἔλεξας, ἢ τίνʼ ἱστορεῖς;
Ἑκάβη
ταύταν· τῷ πάλος ἔζευξεν;
Ταλθύβιος
τύμβῳ τέτακται προσπολεῖν Ἀχιλλέως.
Ἑκάβη
ὤμοι ἐγώ· τάφῳ πρόσπολον ἐτεκόμαν. 265
 
ἀτὰρ τίς ὅδʼ ἢ νόμος ἢ τί
 
θέσμιον, ὦ φίλος, Ἑλλάνων;
Ταλθύβιος
εὐδαιμόνιζε παῖδα σήν· ἔχει καλῶς.
Ἑκάβη
τί τόδʼ ἔλακες; ἆρά μοι ἀέλιον λεύσσει;
Ταλθύβιος
ἔχει πότμος νιν, ὥστʼ ἀπηλλάχθαι πόνων. 270
Ἑκάβη
τί δʼ ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ,
 
Ἀνδρομάχα τάλαινα, τίνʼ ἔχει τύχαν;
Ταλθύβιος
καὶ τήνδʼ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον.
Ἑκάβη
ἐγὼ δὲ τῷ
 
πρόσπολος ἁ τριτοβάμονος χερὶ 275
 
δευομένα βάκτρου γεραιῷ κάρᾳ;
Ταλθύβιος
Ἰθάκης Ὀδυσσεὺς ἔλαχʼ ἄναξ δούλην σʼ ἔχειν.
Ἑκάβη
ἒ ἔ.
 
ἄρασσε κρᾶτα κούριμον,
 
ἕλκʼ ὀνύχεσσι δίπτυχον παρειάν. 280
 
ἰώ μοί μοι.
 
μυσαρῷ δολίῳ λέλογχα φωτὶ δουλεύειν,
 
πολεμίῳ δίκας, παρανόμῳ δάκει,
 
ὃς πάντα τἀκεῖθεν ἐνθάδε στρέφει, τὰ δʼ 285
 
ἀντίπαλʼ αὖθις ἐκεῖσε διπτύχῳ γλώσσᾳ
 
φίλα τὰ πρότερʼ ἄφιλα τιθέμενος πάντων.
 
γοᾶσθʼ, ὦ Τρῳάδες, με.
 
βέβακα δύσποτμος. οἴχομαι ἁ
 
τάλαινα, δυστυχεστάτῳ 290
 
προσέπεσον κλήρῳ.
Χορός
τὸ μὲν σὸν οἶσθα, πότνια, τὰς δʼ ἐμὰς τύχας
 
τίς ἆρʼ Ἀχαιῶν ἢ τίς Ἑλλήνων ἔχει;
Ταλθύβιος
ἴτʼ, ἐκκομίζειν δεῦρο Κασάνδραν χρεὼν
 
ὅσον τάχιστα, δμῶες, ὡς στρατηλάτῃ 295
 
ἐς χεῖρα δούς νιν, εἶτα τὰς εἰληγμένας
 
καὶ τοῖσιν ἄλλοις αἰχμαλωτίδων ἄγω.
 
ἔα· τί πεύκης ἔνδον αἴθεται σέλας;
 
πιμπρᾶσιν — ἢ τί δρῶσι — Τρῳάδες μυχούς,
 
ὡς ἐξάγεσθαι τῆσδε μέλλουσαι χθονὸς 300
 
πρὸς Ἄργος, αὑτῶν τʼ ἐκπυροῦσι σώματα
 
θανεῖν θέλουσαι; κάρτα τοι τοὐλεύθερον
 
ἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά.
 
ἄνοιγʼ ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορον
 
ἐχθρὸν δʼ Ἀχαιοῖς εἰς ἔμʼ αἰτίαν βάλῃ. 305
Ἑκάβη
οὐκ ἔστιν, οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴ
 
μαινὰς θοάζει δεῦρο Κασάνδρα δρόμῳ.
Κασάνδρα
Ἄνεχε· πάρεχε.
 
φῶς φέρʼ, ὤ· σέβω· φλέγω — ἰδού, ἰδού —
 
λαμπάσι τόδʼ ἱερόν.
 
ὦ Ὑμέναιʼ ἄναξ· 310
 
μακάριος ὁ γαμέτας·
 
μακαρία δʼ ἐγὼ βασιλικοῖς λέκτροις
 
κατʼ Ἄργος ἁ γαμουμένα.
 
Ὑμήν, ὦ Ὑμέναιʼ ἄναξ.
 
ἐπεὶ σύ, μᾶτερ, ἐπὶ δάκρυσι καὶ 315
 
γόοισι τὸν θανόντα πατέρα πατρίδα τε
 
φίλαν καταστένουσʼ ἔχεις,
 
ἐγὼ δʼ ἐπὶ γάμοις ἐμοῖς
 
ἀναφλέγω πυρὸς φῶς 320
 
ἐς αὐγάν, ἐς αἴγλαν,
 
διδοῦσʼ, ὦ Ὑμέναιε, σοί,
 
διδοῦσʼ, ὦ Ἑκάτα, φάος,
 
παρθένων ἐπὶ λέκτροις
 
ᾇ νόμος ἔχει.
 
πάλλε πόδα. 325
 
αἰθέριον ἄναγε χορόν· εὐἅν, εὐοἵ·
 
ὡς ἐπὶ πατρὸς ἐμοῦ
 
μακαριωτάταις
 
τύχαις· ὁ χορὸς ὅσιος.
 
ἄγε σύ, Φοῖβε, νῦν· κατὰ σὸν ἐν δάφναις
 
ἀνάκτορον θυηπολῶ, 330
 
Ὑμήν, ὦ Ὑμέναιʼ, Ὑμήν.
 
χόρευε, μᾶτερ, ἀναγέλασον·
 
ἕλισσε τᾷδʼ ἐκεῖσε μετʼ ἐμέθεν ποδῶν
 
φέρουσα φιλτάταν βάσιν.
 
βοάσαθʼ Ὑμέναιον, ὤ, 335
 
μακαρίαις ἀοιδαῖς
 
ἰαχαῖς τε νύμφαν.
 
ἴτʼ, ὦ καλλίπεπλοι Φρυγῶν
 
κόραι, μέλπετʼ ἐμῶν γάμων
 
τὸν πεπρωμένον εὐνᾷ 340
 
πόσιν ἐμέθεν. 340
Χορός
βασίλεια, βακχεύουσαν οὐ λήψῃ κόρην,
 
μὴ κοῦφον αἴρῃ βῆμʼ ἐς Ἀργείων στρατόν;
Ἑκάβη
Ἥφαιστε, δᾳδουχεῖς μὲν ἐν γάμοις βροτῶν,
 
ἀτὰρ λυγράν γε τήνδʼ ἀναιθύσσεις φλόγα
 
ἔξω τε μεγάλων ἐλπίδων. 345
 
οἴμοι, τέκνον, 345
 
ὡς οὐχ ὑπʼ αἰχμῆς σʼ οὐδʼ ὑπʼ Ἀργείου δορὸς
 
γάμους γαμεῖσθαι τούσδʼ ἐδόξαζόν ποτε.
 
παράδος ἐμοὶ φῶς· οὐ γὰρ ὀρθὰ πυρφορεῖς
 
μαινὰς θοάζουσʼ, οὐδέ σʼ αἱ τύχαι, τέκνον,
 
ἐσωφρονήκασʼ, ἀλλʼ ἔτʼ ἐν ταὐτῷ μένεις. 350
 
ἐσφέρετε πεύκας, δάκρυά τʼ ἀνταλλάξατε
 
τοῖς τῆσδε μέλεσι, Τρῳάδες, γαμηλίοις.
Κασάνδρα
μῆτερ, πύκαζε κρᾶτʼ ἐμὸν νικηφόρον,
 
καὶ χαῖρε τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις·
 
καὶ πέμπε, κἂν μὴ τἀμά σοι πρόθυμά γʼ ᾖ, 355
 
ὤθει βιαίως· εἰ γὰρ ἔστι Λοξίας,
 
Ἑλένης γαμεῖ με δυσχερέστερον γάμον
 
ὁ τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ.
 
κτενῶ γὰρ αὐτόν, κἀντιπορθήσω δόμους
 
ποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦσʼ ἐμοῦ 360
 
ἀλλʼ ἄττʼ ἐάσω· πέλεκυν οὐχ ὑμνήσομεν,
 
ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι χἁτέρων·
 
μητροκτόνους τʼ ἀγῶνας, οὓς οὑμοὶ γάμοι
 
θήσουσιν, οἴκων τʼ Ἀτρέως ἀνάστασιν.
 
πόλιν δὲ δείξω τήνδε μακαριωτέραν 365
 
ἢ τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλʼ ὅμως
 
τοσόνδε γʼ ἔξω στήσομαι βακχευμάτων·
 
οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν,
 
θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν.
 
ὁ δὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερ 370
 
τὰ φίλτατʼ ὤλεσʼ, ἡδονὰς τὰς οἴκοθεν
 
τέκνων ἀδελφῷ δοὺς γυναικὸς οὕνεκα,
 
καὶ ταῦθʼ ἑκούσης κοὐ βίᾳ λελῃσμένης.
 
ἐπεὶ δʼ ἐπʼ ἀκτὰς ἤλυθον Σκαμανδρίους,
 
ἔθνῃσκον, οὐ γῆς ὅριʼ ἀποστερούμενοι 375
 
οὐδʼ ὑψίπυργον πατρίδʼ· οὓς δʼ Ἄρης ἕλοι,
 
οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖν
 
πέπλοις συνεστάλησαν, ἐν ξένῃ δὲ γῇ
 
κεῖνται. τὰ δʼ οἴκοι τοῖσδʼ ὅμοιʼ ἐγίγνετο·
 
χῆραί τʼ ἔθνῃσκον, οἳ δʼ ἄπαιδες ἐν δόμοις 380
 
ἄλλοις τέκνʼ ἐκθρέψαντες· οὐδὲ πρὸς τάφοις
 
ἔσθʼ ὅστις αὐτῶν αἷμα γῇ δωρήσεται.
 
ἦ τοῦδʼ ἐπαίνου τὸ στράτευμʼ ἐπάξιον. —
 
σιγᾶν ἄμεινον τᾀσχρά, μηδὲ μοῦσά μοι
 
γένοιτʼ ἀοιδὸς ἥτις ὑμνήσει κακά. 385
 
Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος,
 
ὑπὲρ πάτρας ἔθνῃσκον· οὓς δʼ ἕλοι δόρυ,
 
νεκροί γʼ ἐς οἴκους φερόμενοι φίλων ὕπο
 
ἐν γῇ πατρῴᾳ περιβολὰς εἶχον χθονός,
 
χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο· 390
 
ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχῃ Φρυγῶν,
 
ἀεὶ κατʼ ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις
 
ᾤκουν, Ἀχαιοῖς ὧν ἀπῆσαν ἡδοναί.
 
τὰ δʼ Ἕκτορός σοι λύπρʼ ἄκουσον ὡς ἔχει·
 
δόξας ἀνὴρ ἄριστος οἴχεται θανών, 395
 
καὶ τοῦτʼ Ἀχαιῶν ἵξις ἐξεργάζεται·
 
εἰ δʼ ἦσαν οἴκοι, χρηστὸς ὢν ἐλάνθανεν.
 
Πάρις δʼ ἔγημε τὴν Διός· γήμας δὲ μή,
 
σιγώμενον τὸ κῆδος εἶχεν ἐν δόμοις.
 
φεύγειν μὲν οὖν χρὴ πόλεμον ὅστις εὖ φρονεῖ· 400
 
εἰ δʼ ἐς τόδʼ ἔλθοι, στέφανος οὐκ αἰσχρὸς πόλει
 
καλῶς ὀλέσθαι, μὴ καλῶς δὲ δυσκλεές.
 
ὧν οὕνεκʼ οὐ χρή, μῆτερ, οἰκτίρειν σε γῆν,
 
οὐ τἀμὰ λέκτρα· τοὺς γὰρ ἐχθίστους ἐμοὶ
 
καὶ σοὶ γάμοισι τοῖς ἐμοῖς διαφθερῶ. 405
Χορός
ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾷς,
 
μέλπεις θʼ ἃ μέλπουσʼ οὐ σαφῆ δείξεις ἴσως.
Ταλθύβιος
εἰ μή σʼ Ἀπόλλων ἐξεβάκχευεν φρένας,
 
οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας
 
τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός. 410
 
ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ
 
οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα.
 
ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ,
 
Ἀτρέως φίλος παῖς, τῆσδʼ ἔρωτʼ ἐξαίρετον
 
μαινάδος ὑπέστη· καὶ πένης μέν εἰμʼ ἐγώ, 415
 
ἀτὰρ λέχος γε τῆσδʼ ἂν οὐκ ἐκτησάμην.
 
καὶ σοὶ μέν — οὐ γὰρ ἀρτίας ἔχεις φρένας —
 
Ἀργεῖʼ ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις
 
ἀνέμοις φέρεσθαι παραδίδωμʼ· ἕπου δέ μοι
 
πρὸς ναῦς, καλὸν νύμφευμα τῷ στρατηλάτῃ. 420
 
σὺ δʼ, ἡνίκʼ ἄν σε Λαρτίου χρῄζῃ τόκος
 
ἄγειν, ἕπεσθαι· σώφρονος δʼ ἔσῃ λάτρις
 
γυναικός, ὥς φασʼ οἱ μολόντες Ἴλιον.
Κασάνδρα
ἦ δεινὸς ὁ λάτρις. τί ποτʼ ἔχουσι τοὔνομα
 
κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς, 425
 
οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται;
 
σὺ τὴν ἐμὴν φῂς μητέρʼ εἰς Ὀδυσσέως
 
ἥξειν μέλαθρα; ποῦ δʼ Ἀπόλλωνος λόγοι,
 
οἵ φασιν αὐτὴν εἰς ἔμʼ ἡρμηνευμένοι
 
αὐτοῦ θανεῖσθαι; τἄλλα δʼ οὐκ ὀνειδιῶ. 430
 
δύστηνος, οὐκ οἶδʼ οἷά νιν μένει παθεῖν·
 
ὡς χρυσὸς αὐτῷ τἀμὰ καὶ Φρυγῶν κακὰ
 
δόξει ποτʼ εἶναι. δέκα γὰρ ἐκπλήσας ἔτη
 
πρὸς τοῖσιν ἐνθάδʼ, ἵξεται μόνος πάτραν
 
 
οὗ δὴ στενὸν δίαυλον ᾤκισται πέτρας 435
 
δεινὴ Χάρυβδις, ὠμοβρώς τʼ ὀρειβάτης
 
Κύκλωψ, Λιγυστίς θʼ ἡ συῶν μορφώτρια
 
Κίρκη, θαλάσσης θʼ ἁλμυρᾶς ναυάγια,
 
λωτοῦ τʼ ἔρωτες, Ἡλίου θʼ ἁγναὶ βόες,
 
αἳ σάρκα φωνήεσσαν ἥσουσίν ποτε, 440
 
πικρὰν Ὀδυσσεῖ γῆρυν. ὡς δὲ συντέμω,
 
ζῶν εἶσʼ ἐς Ἅιδου κἀκφυγὼν λίμνης ὕδωρ
 
κάκʼ ἐν δόμοισι μυρίʼ εὑρήσει μολών.
 
ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους;
 
στεῖχʼ ὅπως τάχιστʼ· ἐς Ἅιδου νυμφίῳ γημώμεθα. 445
 
ἦ κακὸς κακῶς ταφήσῃ νυκτός, οὐκ ἐν ἡμέρᾳ,
 
ὦ δοκῶν σεμνόν τι πράσσειν, Δαναϊδῶν ἀρχηγέτα.
 
κἀμέ τοι νεκρὸν φάραγγες γυμνάδʼ ἐκβεβλημένην
 
ὕδατι χειμάρρῳ ῥέουσαι, νυμφίου πέλας τάφου,
 
θηρσὶ δώσουσιν δάσασθαι, τὴν Ἀπόλλωνος λάτριν. 450
 
ὦ στέφη τοῦ φιλτάτου μοι θεῶν, ἀγάλματʼ εὔια,
 
χαίρετʼ· ἐκλέλοιφʼ ἑορτάς, αἷς πάροιθʼ ἠγαλλόμην.
 
ἴτʼ ἀπʼ ἐμοῦ χρωτὸς σπαραγμοῖς, ὡς ἔτʼ οὖσʼ ἁγνὴ χρόα
 
δῶ θοαῖς αὔραις φέρεσθαί σοι τάδʼ, ὦ μαντεῖʼ ἄναξ.
 
ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ; ποῖ ποτʼ ἐμβαίνειν με χρή; 455
 
οὐκέτʼ ἂν φθάνοις ἂν αὔραν ἱστίοις καραδοκῶν,
 
ὡς μίαν τριῶν Ἐρινὺν τῆσδέ μʼ ἐξάξων χθονός.
 
χαῖρέ μοι, μῆτερ· δακρύσῃς μηδέν· ὦ φίλη πατρίς,
 
οἵ τε γῆς ἔνερθʼ ἀδελφοὶ χὡ τεκὼν ἡμᾶς πατήρ,
 
οὐ μακρὰν δέξεσθέ μʼ· ἥξω δʼ ἐς νεκροὺς νικηφόρος 460
 
καὶ δόμους πέρσασʼ Ἀτρειδῶν, ὧν ἀπωλόμεσθʼ ὕπο.
Χορός
Ἑκάβης γεραιᾶς φύλακες, οὐ δεδόρκατε
 
δέσποιναν ὡς ἄναυδος ἐκτάδην πίτνει;
 
οὐκ ἀντιλήψεσθʼ; ἦ μεθήσετʼ, ὦ κακαί,
 
γραῖαν πεσοῦσαν; αἴρετʼ εἰς ὀρθὸν δέμας. 465
Ἑκάβη
ἐᾶτέ μʼ — οὔτοι φίλα τὰ μὴ φίλʼ, ὦ κόραι —
 
κεῖσθαι πεσοῦσαν· πτωμάτων γὰρ ἄξια
 
πάσχω τε καὶ πέπονθα κἄτι πείσομαι.
 
ὦ θεοί κακοὺς μὲν ἀνακαλῶ τοὺς συμμάχους,
 
ὅμως δʼ ἔχει τι σχῆμα κικλήσκειν θεούς, 470
 
ὅταν τις ἡμῶν δυστυχῆ λάβῃ τύχην.
 
πρῶτον μὲν οὖν μοι τἀγάθʼ ἐξᾷσαι φίλον·
 
τοῖς γὰρ κακοῖσι πλείονʼ οἶκτον ἐμβαλῶ.
 
ἦμεν τύραννοι κἀς τύραννʼ ἐγημάμην,
 
κἀνταῦθʼ ἀριστεύοντʼ ἐγεινάμην τέκνα, 475
 
οὐκ ἀριθμὸν ἄλλως, ἀλλʼ ὑπερτάτους Φρυγῶν·
 
οὓς Τρῳὰς οὐδʼ Ἑλληνὶς οὐδὲ βάρβαρος
 
γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε.
 
κἀκεῖνά τʼ εἶδον δορὶ πεσόνθʼ Ἑλληνικῷ
 
τρίχας τʼ ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν, 480
 
καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα
 
κλύουσʼ ἔκλαυσα, τοῖσδε δʼ εἶδον ὄμμασιν
 
αὐτὴ κατασφαγέντʼ ἐφʼ ἑρκείῳ πυρᾷ,
 
πόλιν θʼ ἁλοῦσαν. ἃς δʼ ἔθρεψα παρθένους
 
ἐς ἀξίωμα νυμφίων ἐξαίρετον, 485
 
ἄλλοισι θρέψασʼ ἐκ χερῶν ἀφῃρέθην.
 
κοὔτʼ ἐξ ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι,
 
αὐτή τʼ ἐκείνας οὐκέτʼ ὄψομαί ποτε.
 
τὸ λοίσθιον δέ, θριγκὸς ἀθλίων κακῶν,
 
δούλη γυνὴ γραῦς Ἑλλάδʼ εἰσαφίξομαι. 490
 
ἃ δʼ ἐστὶ γήρᾳ τῷδʼ ἀσυμφορώτατα,
 
τούτοις με προσθήσουσιν, ἢ θυρῶν λάτριν
 
κλῇδας φυλάσσειν, τὴν τεκοῦσαν Ἕκτορα,
 
ἢ σιτοποιεῖν, κἀν πέδῳ κοίτας ἔχειν
 
ῥυσοῖσι νώτοις, βασιλικῶν ἐκ δεμνίων, 495
 
τρυχηρὰ περὶ τρυχηρὸν εἱμένην χρόα
 
πέπλων λακίσματʼ, ἀδόκιμʼ ὀλβίοις ἔχειν.
 
οἲ ʼγὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα
 
γυναικὸς οἵων ἔτυχον ὧν τε τεύξομαι.
 
ὦ τέκνον, ὦ σύμβακχε Κασάνδρα θεοῖς, 500
 
οἵαις ἔλυσας συμφοραῖς ἅγνευμα σόν.
 
σύ τʼ, ὦ τάλαινα, ποῦ ποτʼ εἶ, Πολυξένη;
 
ὡς οὔτε μʼ ἄρσην οὔτε θήλεια σπορὰ
 
πολλῶν γενομένων τὴν τάλαιναν ὠφελεῖ.
 
τί δῆτά μʼ ὀρθοῦτʼ; ἐλπίδων ποίων ὕπο; 505
 
ἄγετε τὸν ἁβρὸν δήποτʼ ἐν Τροίᾳ πόδα,
 
νῦν δʼ ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ
 
πέτρινά τε κρήδεμνʼ, ὡς πεσοῦσʼ ἀποφθαρῶ
 
δακρύοις καταξανθεῖσα. τῶν δʼ εὐδαιμόνων
 
μηδένα νομίζετʼ εὐτυχεῖν, πρὶν ἂν θάνῃ. 510
[Choral 1]
ἀμφί μοι Ἴλιον, ὦ
Χορός
Μοῦσα, καινῶν ὕμνων
 
ἄεισον ἐν δακρύοις ᾠδὰν ἐπικήδειον·
 
νῦν γὰρ μέλος ἐς Τροίαν ἰαχήσω, 515
 
τετραβάμονος ὡς ὑπʼ ἀπήνας
 
Ἀργείων ὀλόμαν τάλαινα δοριάλωτος,
 
ὅτʼ ἔλιπον ἵππον οὐράνια
 
βρέμοντα χρυσεοφάλαρον ἔνο- 520
 
πλον ἐν πύλαις Ἀχαιοί·
 
ἀνὰ δʼ ἐβόασεν λεὼς
 
Τρῳάδος ἀπὸ πέτρας σταθείς·
 
Ἴτʼ, ὦ πεπαυμένοι πόνων,
 
τόδʼ ἱερὸν ἀνάγετε ξόανον 525
 
Ἰλιάδι Διογενεῖ κόρᾳ.
 
τίς οὐκ ἔβα νεανίδων,
 
τίς οὐ γεραιὸς ἐκ δόμων;
 
κεχαρμένοι δʼ ἀοιδαῖς
 
δόλιον ἔσχον ἄταν. 530
 
πᾶσα δὲ γέννα Φρυγῶν
 
πρὸς πύλας ὡρμάθη,
 
πεύκᾳ ἐν οὐρεΐᾳ ξεστὸν λόχον Ἀργείων
 
καὶ Δαρδανίας ἄταν θέᾳ δώσων, 535
 
χάριν ἄζυγος ἀμβροτοπώλου·
 
κλωστοῦ δʼ ἀμφιβόλοις λίνοιο ναὸς ὡσεὶ
 
σκάφος κελαινόν, εἰς ἕδρανα
 
λάινα δάπεδά τε φόνια πατρί- 540
 
δι Παλλάδος θέσαν θεᾶς.
 
ἐπὶ δὲ πόνῳ καὶ χαρᾷ
 
νύχιον ἐπεὶ κνέφας παρῆν,
 
Λίβυς τε λωτὸς ἐκτύπει
 
Φρύγιά τε μέλεα, παρθένοι δʼ 545
 
ἀέριον ἀνὰ κρότον ποδῶν
 
βοὰν ἔμελπον εὔφρονʼ, ἐν
 
δόμοις δὲ παμφαὲς σέλας
 
πυρὸς μέλαιναν αἴγλαν
 
ἄκος ἔδωκεν ὕπνῳ. 550
[Choral]
ἐγὼ δὲ τὰν ὀρεστέραν
Χορός
τότʼ ἀμφὶ μέλαθρα παρθένον
 
Διὸς κόραν ἐμελπόμαν
 
χοροῖσι· φοινία δʼ ἀνὰ 555
 
πτόλιν βοὰ κατεῖχε Περ-
 
γάμων ἕδρας· βρέφη δὲ φίλι-
 
α περὶ πέπλους ἔβαλλε μα-
 
τρὶ χεῖρας ἐπτοημένας·
 
λόχου δʼ ἐξέβαινʼ Ἄρης, 560
 
κόρας ἔργα Παλλάδος.
 
σφαγαὶ δʼ ἀμφιβώμιοι
 
Φρυγῶν, ἔν τε δεμνίοις
 
καράτομος ἐρημία
 
νεανίδων στέφανον ἔφερεν 565
 
Ἑλλάδι κουροτρόφον,
 
Φρυγῶν πατρίδι πένθη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme