Thesauros Literature Tragedy Τρῳάδες

Τρῳάδες

Τρῳάδες Euripides

Parodos

[Choral]
ἄνα, δύσδαιμον, πεδόθεν κεφαλή·
Ἑκάβη
ἐπάειρε δέρην· οὐκέτι Τροία
 
τάδε καὶ βασιλῆς ἐσμεν Τροίας. 100
 
μεταβαλλομένου δαίμονος ἀνέχου.
 
πλεῖ κατὰ πορθμόν, πλεῖ κατὰ δαίμονα,
 
μηδὲ προσίστω πρῷραν βιότου
 
πρὸς κῦμα πλέουσα τύχαισιν.
 
αἰαῖ αἰαῖ. 105
 
τί γὰρ οὐ πάρα μοι μελέᾳ στενάχειν,
 
ᾗ πατρὶς ἔρρει καὶ τέκνα καὶ πόσις;
 
ὦ πολὺς ὄγκος συστελλόμενος
 
προγόνων, ὡς οὐδὲν ἄρʼ ἦσθα.
 
τί με χρὴ σιγᾶν; τί δὲ μὴ σιγᾶν; 110
 
τί δὲ θρηνῆσαι;
 
δύστηνος ἐγὼ τῆς βαρυδαίμονος
 
ἄρθρων κλίσεως, ὡς διάκειμαι,
 
νῶτʼ ἐν στερροῖς λέκτροισι ταθεῖσʼ.
 
οἴμοι κεφαλῆς, οἴμοι κροτάφων 115
 
πλευρῶν θʼ, ὥς μοι πόθος εἱλίξαι
 
καὶ διαδοῦναι νῶτον ἄκανθάν τʼ
 
εἰς ἀμφοτέρους τοίχους, μελέων
 
ἐπὶ τοὺς αἰεὶ δακρύων ἐλέγους.
 
μοῦσα δὲ χαὕτη τοῖς δυστήνοις 120
 
ἄτας κελαδεῖν ἀχορεύτους.
 
πρῷραι ναῶν, ὠκείαις
 
Ἴλιον ἱερὰν αἳ κώπαις
 
διʼ ἅλα πορφυροειδέα καὶ
 
λιμένας Ἑλλάδος εὐόρμους 125
 
αὐλῶν παιᾶνι στυγνῷ
 
συρίγγων τʼ εὐφθόγγων φωνᾷ
 
βαίνουσαι πλεκτὰν Αἰγύπτου
 
παιδείαν ἐξηρτήσασθʼ,
 
αἰαῖ, Τροίας ἐν κόλποις 130
 
τὰν Μενελάου μετανισόμεναι
 
στυγνὰν ἄλοχον, Κάστορι λώβαν
 
τῷ τʼ Εὐρώτᾳ δυσκλείαν,
 
ἃ σφάζει μὲν
 
τὸν πεντήκοντʼ ἀροτῆρα τέκνων 135
 
Πρίαμον, ἐμέ τε μελέαν Ἑκάβαν
 
ἐς τάνδʼ ἐξώκειλʼ ἄταν.
 
ὤμοι, θάκους οἵους θάσσω,
 
σκηναῖς ἐφέδρους Ἀγαμεμνονίαις.
 
δούλα δʼ ἄγομαι 140
 
γραῦς ἐξ οἴκων πενθήρη
 
κρᾶτʼ ἐκπορθηθεῖσʼ οἰκτρῶς.
 
ἀλλʼ ὦ τῶν χαλκεγχέων Τρώων
 
ἄλοχοι μέλεαι,
 
καὶ κοῦραι κοῦραι δύσνυμφοι,
 
τύφεται Ἴλιον, αἰάζωμεν. 145
 
μάτηρ δʼ ὡσεί τις πτανοῖς
 
ὄρνισιν, ὅπως ἐξάρξω ʼγὼ
 
κλαγγάν, μολπάν, οὐ τὰν αὐτὰν
 
οἵαν ποτὲ δὴ
 
σκήπτρῳ Πριάμου διερειδομένα 150
 
ποδὸς ἀρχεχόρου πληγαῖς Φρυγίους
 
εὐκόμποις ἐξῆρχον θεούς.
[Choral 1]
Ἑκάβη, τί θροεῖς; τί δὲ θωΰσσεις;
Ἡμιχόριον Α
ποῖ λόγος ἥκει; διὰ γὰρ μελάθρων
 
ἄιον οἴκτους οὓς οἰκτίζῃ. 155
 
διὰ δὲ στέρνων φόβος ἄισσεν
 
Τρῳάσιν, αἳ τῶνδʼ οἴκων εἴσω
 
δουλείαν αἰάζουσιν.
Ἑκάβη
ὦ τέκνʼ, Ἀργείων πρὸς ναῦς ἤδη
Ἡμιχόριον Α
κινεῖται κωπήρης χείρ; 160
 
οἲ ἐγώ, τί θέλουσʼ, ἦ πού μʼ ἤδη
 
ναυσθλώσουσιν πατρίας ἐκ γᾶς;
Ἑκάβη
οὐκ οἶδʼ, εἰκάζω δʼ ἄταν.
Ἡμιχόριον Α
ἰὼ ἰώ.
 
μέλεαι μόχθων ἐπακουσόμεναι 165
 
Τρῳάδες, ἔξω κομίζεσθʼ οἴκων·
 
στέλλουσʼ Ἀργεῖοι νόστον.
Ἑκάβη
αἶ, αἶ.
 
μή νύν μοι τὰν
 
ἐκβακχεύουσαν Κασάνδραν, 170
 
αἰσχύναν Ἀργείοισιν,
 
πέμψητʼ ἔξω,
 
μαινάδʼ, ἐπʼ ἄλγει δʼ ἀλγυνθῶ.
 
ἰώ.
 
Τροία Τροία δύστανʼ, ἔρρεις,
 
δύστανοι δʼ οἵ σʼ ἐκλείποντες
 
καὶ ζῶντες καὶ δμαθέντες. 175
Ἡμιχόριον Β
οἴμοι. τρομερὰ σκηνὰς ἔλιπον
 
τάσδʼ Ἀγαμέμνονος ἐπακουσομένα,
 
βασίλεια, σέθεν· μή με κτείνειν
 
δόξʼ Ἀργείων κεῖται μελέαν;
 
ἢ κατὰ πρύμνας ἤδη ναῦται 180
 
στέλλονται κινεῖν κώπας;
Ἑκάβη
ὦ τέκνον, ὀρθρεύου σὰν ψυχάν.
Ἡμιχόριον Β
ἐκπληχθεῖσʼ ἦλθον φρίκᾳ.
 
ἤδη τις ἔβα Δαναῶν κῆρυξ;
 
τῷ πρόσκειμαι δούλα τλάμων; 185
Ἑκάβη
ἐγγύς που κεῖσαι κλήρου.
Ἡμιχόριον Β
ἰὼ ἰώ.
 
τίς μʼ Ἀργείων ἢ Φθιωτᾶν
 
ἢ νησαίαν μʼ ἄξει χώραν
 
δύστανον πόρσω Τροίας;
Ἑκάβη
φεῦ φεῦ. 190
 
τῷ δʼ ἁ τλάμων 190
 
ποῦ πᾷ γαίας δουλεύσω γραῦς,
 
ὡς κηφήν, ἁ δειλαία,
 
νεκροῦ μορφά,
 
νεκύων ἀμενηνὸν ἄγαλμα,
 
αἰαῖ
 
τὰν παρὰ προθύροις φυλακὰν κατέχουσʼ
 
ἢ παίδων θρέπτειρʼ, ἃ Τροίας 195
 
ἀρχαγοὺς εἶχον τιμάς;
[Choral 2]
αἰαῖ αἰαῖ, ποίοις δʼ οἴκτοις
Χορός
τὰν σὰν λύμαν ἐξαιάζεις;
 
οὐκ Ἰδαίοις ἱστοῖς κερκίδα
 
δινεύουσʼ ἐξαλλάξω. 200
 
νέατον τεκέων σώματα λεύσσω,
 
νέατον
 
μόχθους ἕξω κρείσσους,
 
ἢ λέκτροις πλαθεῖσʼ Ἑλλάνων
 
ʽἑ̓́ρροι νὺξ αὕτα καὶ δαίμων.ʼ
 
ἢ Πειρήνας ὑδρευσομένα 205
 
πρόσπολος οἰκτρὰ σεμνῶν ὑδάτων.
 
τὰν κλεινὰν εἴθʼ ἔλθοιμεν
 
Θησέως εὐδαίμονα χώραν.
 
μὴ γὰρ δὴ δίναν γʼ Εὐρώτα, 210
 
τὰν ἐχθίσταν θεράπναν Ἑλένας,
 
ἔνθʼ ἀντάσω Μενέλᾳ δούλα,
 
τῷ τᾶς Τροίας πορθητᾷ.
 
τὰν Πηνειοῦ σεμνὰν χώραν,
 
κρηπῖδʼ Οὐλύμπου καλλίσταν, 215
 
ὄλβῳ βρίθειν φάμαν ἤκουσʼ
 
εὐθαλεῖ τʼ εὐκαρπείᾳ·
 
τάδε δεύτερά μοι μετὰ τὰν ἱερὰν
 
Θησέως ζαθέαν ἐλθεῖν χώραν.
 
καὶ τὰν Αἰτναίαν Ἡφαίστου 220
 
Φοινίκας ἀντήρη χώραν,
 
Σικελῶν ὀρέων ματέρʼ, ἀκούω
 
καρύσσεσθαι στεφάνοις ἀρετᾶς.
 
τάν τʼ ἀγχιστεύουσαν γᾶν
 
Ἰονίῳ ναύται πόντῳ, 225
 
ἃν ὑγραίνει καλλιστεύων
 
ὁ ξανθὰν χαίταν πυρσαίνων
 
Κρᾶθις ζαθέαις πηγαῖσι τρέφων
 
εὔανδρόν τʼ ὀλβίζων γᾶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme