Thesauros Literature Tragedy Ἴων

Ἴων

Ἴων Euripides

Eksodos

Θεράπων
κλειναὶ γυναῖκες, ποῦ κόρην Ἐρεχθέως,
 
δέσποιναν εὕρω; πανταχῇ γὰρ ἄστεως
 
ζητῶν νιν ἐξέπλησα κοὐκ ἔχω λαβεῖν.
Χορός
τί δʼ ἔστιν, ὦ ξύνδουλε; τίς προθυμία
 
ποδῶν ἔχει σε, καὶ λόγους τίνας φέρεις; 1110
Θεράπων
θηρώμεθʼ· ἀρχαὶ δʼ ἁπιχώριοι χθονὸς
 
ζητοῦσιν αὐτήν, ὡς θάνῃ πετρουμένη.
Χορός
οἴμοι, τί λέξεις; οὔτι που λελήμμεθα
 
κρυφαῖον ἐς παῖδʼ ἐκπορίζουσαι φόνον;
Θεράπων
ἔγνως; — μεθέξεις οὐκ ἐν ὑστάτοις κακοῦ. 1115
Χορός
ὤφθη δὲ πῶς τὰ κρυπτὰ μηχανήματα;
Θεράπων
τὸ μὴ δίκαιον τῆς δίκης ἡσσώμενον
 
ἐξηῦρεν ὁ θεός, οὐ μιανθῆναι θέλων.
Χορός
πῶς; ἀντιάζω σʼ ἱκέτις ἐξειπεῖν τάδε.
 
πεπυσμέναι γάρ, εἰ θανεῖν ὅμως χρεών, 1120
 
ἥδιον ἂν θάνοιμεν, εἴθʼ ὁρᾶν φάος.
Θεράπων
ἐπεὶ θεοῦ μαντεῖον ᾤχετʼ ἐκλιπὼν
 
πόσις Κρεούσης, παῖδα τὸν καινὸν λαβὼν
 
πρὸς δεῖπνα θυσίας θʼ ἃς θεοῖς ὡπλίζετο,
 
Ξοῦθος μὲν ᾤχετʼ ἔνθα πῦρ πηδᾷ θεοῦ 1125
 
βακχεῖον, ὡς σφαγαῖσι Διονύσου πέτρας
 
δεύσειε δισσὰς παιδὸς ἀντʼ ὀπτηρίων,
 
λέξας· Σὺ μὲν νῦν, τέκνον, ἀμφήρεις μένων
 
σκηνὰς ἀνίστη τεκτόνων μοχθήμασι.
 
θύσας δὲ Γενέταις Θεοῖσιν ἢν μακρὸν χρόνον 1130
 
μένω, παροῦσι δαῖτες ἔστωσαν φίλοις.
 
λαβὼν δὲ μόσχους ᾤχεθʼ· ὁ δὲ νεανίας
 
σεμνῶς ἀτοίχους περιβολὰς σκηνωμάτων
 
ὀρθοστάταις ἱδρύεθʼ, ἡλίου βολὰς
 
καλῶς φυλάξας, οὔτε πρὸς μέσας φλογὸς 1135
 
ἀκτῖνας, οὔτʼ αὖ πρὸς τελευτώσας βίον,
 
πλέθρου σταθμήσας μῆκος εἰς εὐγωνίαν,
 
μέτρημʼ ἔχουσαν τοὐν μέσῳ γε μυρίων
 
ποδῶν ἀριθμόν, ὡς λέγουσιν οἱ σοφοί,
 
ὡς πάντα Δελφῶν λαὸν ἐς θοίνην καλῶν. 1140
 
λαβὼν δʼ ὑφάσμαθʼ ἱερὰ θησαυρῶν πάρα
 
κατεσκίαζε, θαύματʼ ἀνθρώποις ὁρᾶν.
 
πρῶτον μὲν ὀρόφῳ πτέρυγα περιβάλλει πέπλων,
 
ἀνάθημα Δίου παιδός, οὓς Ἡρακλέης
 
Ἀμαζόνων σκυλεύματʼ ἤνεγκεν θεῷ. 1145
 
ἐνῆν δʼ ὑφανταὶ γράμμασιν τοιαίδʼ ὑφαί,
 
Οὐρανὸς ἀθροίζων ἄστρʼ ἐν αἰθέρος κύκλῳ.
 
ἵππους μὲν ἤλαυνʼ ἐς τελευταίαν φλόγα
 
Ἥλιος, ἐφέλκων λαμπρὸν Ἑσπέρου φάος·
 
μελάμπεπλος δὲ Νὺξ ἀσείρωτον ζυγοῖς 1150
 
ὄχημʼ ἔπαλλεν, ἄστρα δʼ ὡμάρτει θεᾷ·
 
Πλειὰς μὲν ᾔει μεσοπόρου διʼ αἰθέρος
 
ὅ τε ξιφήρης Ὠρίων, ὕπερθε δὲ
 
Ἄρκτος στρέφουσʼ οὐραῖα χρυσήρη πόλῳ·
 
κύκλος δὲ πανσέληνος ἠκόντιζʼ ἄνω 1155
 
μηνὸς διχήρης, Ὑάδες τε, ναυτίλοις
 
σαφέστατον σημεῖον, ἥ τε φωσφόρος
 
Ἕως διώκουσʼ ἄστρα. τοίχοισιν δʼ ἔπι
 
ἤμπισχεν ἄλλα βαρβάρων ὑφάσματα·
 
εὐηρέτμους ναῦς ἀντίας Ἑλληνίσιν, 1160
 
καὶ μιξόθηρας φῶτας, ἱππείας τʼ ἄγρας
 
ἐλάφων, λεόντων τʼ ἀγρίων θηράματα.
 
κατʼ εἰσόδους δὲ Κέκροπα θυγατέρων πέλας
 
σπείραισιν εἱλίσσοντʼ, Ἀθηναίων τινὸς
 
ἀνάθημα· χρυσέους τʼ ἐν μέσῳ συσσιτίῳ 1165
 
κρατῆρας ἔστησʼ. ἐν δʼ ἄκροισι βὰς ποσὶ
 
κῆρυξ ἀνεῖπε τὸν θέλοντʼ ἐγχωρίων
 
ἐς δαῖτα χωρεῖν. ὡς δʼ ἐπληρώθη στέγη,
 
στεφάνοισι κοσμηθέντες εὐόχθου βορᾶς
 
ψυχὴν ἐπλήρουν. ὡς δʼ ἀνεῖσαν ἡδονήν, 1170
 
παρελθὼν πρέσβυς ἐς μέσον πέδον
 
ἔστη, γέλων δʼ ἔθηκε συνδείπνοις πολύν,
 
πρόθυμα πράσσων· ἔκ τε γὰρ κρωσσῶν ὕδωρ
 
χεροῖν ἔπεμπε νίπτρα, κἀξεθυμία
 
σμύρνης ἱδρῶτα, χρυσέων τʼ ἐκπωμάτων 1175
 
ἦρχʼ, αὐτὸς αὑτῷ τόνδε προστάξας πόνον.
 
ἐπεὶ δʼ ἐς αὐλοὺς ἧκον ἐς κρατῆρά τε
 
κοινόν, γέρων ἔλεξʼ· Ἀφαρπάζειν χρεὼν
 
οἰνηρὰ τεύχη σμικρά, μεγάλα δʼ ἐσφέρειν,
 
ὡς θᾶσσον ἔλθωσʼ οἵδʼ ἐς ἡδονὰς φρενῶν. 1180
 
ἦν δὴ φερόντων μόχθος ἀργυρηλάτους
 
χρυσέας τε φιάλας· ὃ δὲ λαβὼν ἐξαίρετον,
 
ὡς τῷ νέῳ δὴ δεσπότῃ χάριν φέρων,
 
ἔδωκε πλῆρες τεῦχος, εἰς οἶνον βαλὼν
 
ὅ φασι δοῦναι φάρμακον δραστήριον 1185
 
δέσποιναν, ὡς παῖς ὁ νέος ἐκλίποι φάος·
 
κοὐδεὶς τάδʼ ᾔδειν. ἐν χεροῖν ἔχοντι δὲ
 
σπονδὰς μετʼ ἄλλων παιδὶ τῷ πεφηνότι
 
βλασφημίαν τις οἰκετῶν ἐφθέγξατο·
 
ὁ δʼ, ὡς ἐν ἱερῷ μάντεσίν τʼ ἐσθλοῖς τραφείς, 1190
 
οἰωνὸν ἔθετο, κἀκέλευσʼ ἄλλον νέον
 
κρατῆρα πληροῦν· τὰς δὲ πρὶν σπονδὰς θεοῦ
 
δίδωσι γαίᾳ, πᾶσί τʼ ἐκσπένδειν λέγει.
 
σιγὴ δʼ ὑπῆλθεν. ἐκ δʼ ἐπίμπλαμεν δρόσου
 
κρατῆρας ἱεροὺς Βυβλίνου τε πώματος. 1195
 
κἀν τῷδε μόχθῳ πτηνὸς ἐσπίπτει δόμοις
 
κῶμος πελειῶν — Λοξίου γὰρ ἐν δόμοις
 
ἄτρεστα ναίουσʼ — ὡς δʼ ἀπέσπεισαν μέθυ,
 
ἐς αὐτὸ χείλη πώματος κεχρημέναι
 
καθῆκαν, εἷλκον δʼ εὐπτέρους ἐς αὐχένας. 1200
 
καὶ ταῖς μὲν ἄλλαις ἄνοσος ἦν λοιβὴ θεοῦ·
 
ἣ δʼ ἕζετʼ ἔνθʼ ὁ καινὸς ἔσπεισεν γόνος,
 
ποτοῦ τʼ ἐγεύσατʼ, εὐθὺς εὔπτερον δέμας
 
ἔσεισε κἀβάκχευσεν, ἐκ δʼ ἔκλαγξʼ ὄπα
 
ἀξύνετον αἰάζουσʼ· ἐθάμβησεν δὲ πᾶς 1205
 
θοινατόρων ὅμιλος ὄρνιθος πόνους.
 
θνῄσκει δʼ ἀπασπαίρουσα, φοινικοσκελεῖς
 
χηλὰς παρεῖσα. γυμνὰ δʼ ἐκ πέπλων μέλη
 
ὑπὲρ τραπέζης ἧχʼ ὁ μαντευτὸς γόνος,
 
βοᾷ δέ· Τίς μʼ ἔμελλεν ἀνθρώπων κτενεῖν; 1210
 
σήμαινε, πρέσβυ· σὴ γὰρ ἡ προθυμία,
 
καὶ πῶμα χειρὸς σῆς ἐδεξάμην πάρα.
 
εὐθὺς δʼ ἐρευνᾷ γραῖαν ὠλένην λαβών,
 
ἐπʼ αὐτοφώρῳ πρέσβυν ὡς ἔχονθʼ ἕλοι.
 
ὤφθη δὲ καὶ κατεῖπʼ ἀναγκασθεὶς μόγις 1215
 
τόλμας Κρεούσης πώματός τε μηχανάς.
 
θεῖ δʼ εὐθὺς ἔξω συλλαβὼν θοινάτορας
 
ὁ πυθόχρηστος Λοξίου νεανίας,
 
κἀν κοιράνοισι Πυθικοῖς σταθεὶς λέγει·
 
Ὦ Γαῖα σεμνή, τῆς Ἐρεχθέως ὕπο, 1220
 
ξένης γυναικός, φαρμάκοισι θνῄσκομεν.
 
Δελφῶν δʼ ἄνακτες ὥρισαν πετρορριφῆ
 
θανεῖν ἐμὴν δέσποιναν οὐ ψήφῳ μιᾷ,
 
τὸν ἱερὸν ὡς κτείνουσαν ἔν τʼ ἀνακτόροις
 
φόνον τιθεῖσαν. πᾶσα δὲ ζητεῖ πόλις 1225
 
τὴν ἀθλίως σπεύσασαν ἀθλίαν ὁδόν·
 
παίδων γὰρ ἐλθοῦσʼ εἰς ἔρον Φοίβου πάρα,
 
τὸ σῶμα κοινῇ τοῖς τέκνοις ἀπώλεσεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme