Thesauros Literature Tragedy Ἴων

Ἴων

Ἴων Euripides

Stasimon 3

[Episode]
ὦ ψυχά, πῶς σιγάσω;
Κρέουσα
πῶς δὲ σκοτίας ἀναφήνω 860
 
εὐνάς, αἰδοῦς δʼ ἀπολειφθῶ;
 
τί γὰρ ἐμπόδιον κώλυμʼ ἔτι μοι;
 
πρὸς τίνʼ ἀγῶνας τιθέμεσθʼ ἀρετῆς;
 
οὐ πόσις ἡμῶν προδότης γέγονεν,
 
στέρομαι δʼ οἴκων, στέρομαι παίδων, 865
 
φροῦδαι δʼ ἐλπίδες, ἃς διαθέσθαι
 
χρῄζουσα καλῶς οὐκ ἐδυνήθην,
 
σιγῶσα γάμους,
 
σιγῶσα τόκους πολυκλαύτους;
 
ἀλλʼ οὐ τὸ Διὸς πολύαστρον ἕδος 870
 
καὶ τὴν ἐπʼ ἐμοῖς σκοπέλοισι θεὰν
 
λίμνης τʼ ἐνύδρου Τριτωνιάδος
 
πότνιαν ἀκτάν,
 
οὐκέτι κρύψω λέχος, ὡς στέρνων
 
ἀπονησαμένη ῥᾴων ἔσομαι. 875
 
στάζουσι κόραι δακρύοισιν ἐμαί,
 
ψυχὴ δʼ ἀλγεῖ κακοβουλευθεῖσʼ
 
ἔκ τʼ ἀνθρώπων ἔκ τʼ ἀθανάτων,
← Önceki Stasimon 3 · 6 / 18 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme