Thesauros Literature Tragedy Ἴων

Ἴων

Ἴων Euripides

Stasimon 3

[Choral 1]
δόμων ἐφαπτομένῳ·
Χορός
μηδέ ποτʼ ἄλλος ἄλλων ἀπʼ οἴ-
 
κων πόλεως ἀνάσσοι
 
πλὴν τῶν εὐγενετᾶν Ἐρεχθειδᾶν. 1060
 
εἰ δʼ ἀτελὴς θάνατος σπουδαί τε δεσποί-
 
νας, ὅ τε καιρὸς ἄπεισι τόλμας,
 
ᾇ νῦν ἐλπὶς ἐφαίνετʼ, ἢ θη-
 
κτὸν ξίφος ἢ δαίμων ἐξά-
 
ψει βρόχον ἀμφὶ δειρήν, 1065
 
πάθεσι πάθεα δʼ ἐξανύτουσʼ
 
εἰς ἄλλας βιότου κάτει-
 
σι μορφάς.
 
οὐ γὰρ δόμων γʼ ἑτέρους
 
ἄρχοντας ἀλλοδαποὺς 1070
 
ζῶσά ποτʼ ὄμμασι ἐν φαεν-
 
ναῖς ἀνέχοιτʼ ἂν αὐγαῖς
 
ἁ τῶν εὐπατριδᾶν γεγῶσʼ οἴκων.
[Choral 2]
αἰσχύνομαι τὸν πολύυ-
Χορός
μνον θεόν, εἰ παρὰ καλλιχόροισι παγαῖς 1075
 
λαμπάδα θεωρὸν εἰκάδων
← Önceki Stasimon 3 · 16 / 18 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme