Thesauros Literature Tragedy Ἴων

Ἴων

Ἴων Euripides

Stasimon 3

[Episode]
κἄνπερ διέλθῃ λαιμόν, οὔποθʼ ἵξεται
Κρέουσα
κλεινὰς Ἀθήνας, κατθανὼν δʼ αὐτοῦ μενεῖ.
Πρεσβύτης
σὺ μέν νυν εἴσω προξένων μέθες πόδα·
 
ἡμεῖς δʼ ἐφʼ ᾧ τετάγμεθʼ ἐκπονήσομεν. 1040
 
ἄγʼ, ὦ γεραιὲ πούς, νεανίας γενοῦ
 
ἔργοισι, κεἰ μὴ τῷ χρόνῳ πάρεστί σοι.
 
ἐχθρὸν δʼ ἐπʼ ἄνδρα στεῖχε δεσποτῶν μέτα,
 
καὶ συμφόνευε καὶ συνεξαίρει δόμων.
 
τὴν δʼ εὐσέβειαν εὐτυχοῦσι μὲν καλὸν 1045
 
τιμᾶν· ὅταν δὲ πολεμίους δρᾶσαι κακῶς
 
θέλῃ τις, οὐδεὶς ἐμποδὼν κεῖται νόμος.
[Choral 1]
Εἰνοδία θύγατερ Δάματρος, ἃ τῶν
Χορός
νυκτιπόλων ἐφόδων ἀνάσσεις
 
καὶ μεθαμερίων, ὅδωσον 1050
 
δυσθανάτων κρατήρων πλη-
 
ρώματʼ ἐφʼ οἷσι πέμπει
 
πότνια πότνιʼ ἐμὰ χθονίας
 
Γοργοῦς λαιμοτόμων ἀπὸ
 
σταλαγμῶν 1055
 
τῷ τῶν Ἐρεχθεϊδᾶν
← Önceki Stasimon 3 · 15 / 18 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme