Thesauros Literature Tragedy Ἴων

Ἴων

Ἴων Euripides

Epeisodion 3

Κρέουσα
ὦ πρέσβυ παιδαγώγʼ Ἐρεχθέως πατρὸς 725
 
τοὐμοῦ ποτʼ ὄντος, ἡνίκʼ ἦν ἔτʼ ἐν φάει,
 
ἔπαιρε σαυτὸν πρὸς θεοῦ χρηστήρια,
 
ὥς μοι συνησθῇς, εἴ τι Λοξίας ἄναξ
 
θέσπισμα παίδων ἐς γονὰς ἐφθέγξατο.
 
σὺν τοῖς φίλοις γὰρ ἡδὺ μὲν πράσσειν καλῶς· 730
 
ἃ μὴ γένοιτο δʼ, εἴ τι τυγχάνοι κακόν,
 
ἐς ὄμματʼ εὔνου φωτὸς ἐμβλέψαι γλυκύ.
 
ἐγὼ δέ σʼ, ὥσπερ καὶ σὺ πατέρʼ ἐμόν ποτε,
 
δέσποινʼ ὅμως οὖσʼ ἀντικηδεύω πατρός.
Πρεσβύτης
ὦ θύγατερ, ἄξιʼ ἀξίων γεννητόρων 735
 
ἤθη φυλάσσεις, κοὐ καταισχύνασʼ ἔχεις
 
τοὺς σοὺς παλαιούς, ἐκγόνους αὐτόχθονας.
 
ἕλχʼ ἕλκε πρὸς μέλαθρα καὶ κόμιζέ με.
 
αἰπεινά τοι μαντεῖα· τοῦ γήρως δέ μοι
 
συνεκπονοῦσα κῶλον ἰατρὸς γενοῦ. 740
Κρέουσα
ἕπου νυν· ἴχνος δʼ ἐκφύλασσʼ ὅπου τίθης.
Πρεσβύτης
ἰδού.
 
τὸ τοῦ ποδὸς μὲν βραδύ, τὸ τοῦ δὲ νοῦ ταχύ.
Κρέουσα
βάκτρῳ δʼ ἐρείδου περιφερῆ στίβον χθονός.
Πρεσβύτης
καὶ τοῦτο τυφλόν, ὅταν ἐγὼ βλέπω βραχύ.
Κρέουσα
ὀρθῶς ἔλεξας· ἀλλὰ μὴ παρῇς κόπῳ. 745
Πρεσβύτης
οὔκουν ἑκών γε· τοῦ δʼ ἀπόντος οὐ κρατῶ.
Κρέουσα
γυναῖκες, ἱστῶν τῶν ἐμῶν καὶ κερκίδος
 
δούλευμα πιστόν, τίνα τύχην λαβὼν πόσις
 
βέβηκε παίδων, ὧνπερ οὕνεχʼ ἥκομεν;
 
σημήνατʼ· εἰ γὰρ ἀγαθά μοι μηνύσετε, 750
 
οὐκ εἰς ἀπίστους δεσπότας βαλεῖς χάριν.
Χορός
ἰὼ δαῖμον.
Πρεσβύτης
τὸ φροίμιον μὲν τῶν λόγων οὐκ εὐτυχές.
Χορός
ἰὼ τλᾶμον.
Πρεσβύτης
ἀλλʼ ἦ τι θεσφάτοισι δεσποτῶν νοσῶ; 755
Χορός
εἶἑν· τί δρῶμεν; θάνατος ὧν κεῖται πέρι
Κρέουσα
τίς ἥδε μοῦσα, χὡ φόβος τίνων πέρι;
Χορός
εἴπωμεν ἢ σιγῶμεν; ἢ τί δράσομεν;
Κρέουσα
εἴφʼ· ὡς ἔχεις γε συμφοράν τινʼ εἰς ἐμέ.
Χορός
εἰρήσεταί τοι, κεἰ θανεῖν μέλλω διπλῇ. 760
 
οὐκ ἔστι σοι, δέσποινʼ, ἐπʼ ἀγκάλαις λαβεῖν
 
τέκνʼ, οὐδὲ μαστῷ σῷ προσαρμόσαι ποτέ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme