Thesauros Literature Tragedy Ἴων

Ἴων

Ἴων Euripides

Epeisodion 2

[Episode]
μισησόμεσθα· λυπρὰ γὰρ τὰ κρείσσονα·
Ἴων
ὅσοι δέ, χρηστοὶ δυνάμενοί τʼ εἶναι σοφοί,
 
σιγῶσι κοὐ σπεύδουσιν ἐς τὰ πράγματα,
 
γέλωτʼ ἐν αὐτοῖς μωρίαν τε λήψομαι 600
 
οὐχ ἡσυχάζων ἐν πόλει φόβου πλέᾳ.
 
τῶν δʼ αὖ λογίων τε χρωμένων τε τῇ πόλει
 
ἐς ἀξίωμα βὰς πλέον φρουρήσομαι
 
ψήφοισιν. οὕτω γὰρ τάδʼ, ὦ πάτερ, φιλεῖ·
 
οἳ τὰς πόλεις ἔχουσι κἀξιώματα, 605
 
τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι.
 
ἐλθὼν δʼ ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢν
 
γυναῖκά θʼ ὡς ἄτεκνον, ἣ κοινουμένη
 
τὰς συμφοράς σοι πρόσθεν, ἀπολαχοῦσα νῦν
 
αὐτὴ καθʼ αὑτὴν τὴν τύχην οἴσει πικρῶς, 610
 
πῶς οὐχ ὑπʼ αὐτῆς εἰκότως μισήσομαι,
 
ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός,
 
ἣ δʼ οὖσʼ ἄτεκνος τὰ σὰ φίλʼ εἰσορᾷ πικρῶς,
 
κᾆτʼ ἢ προδοὺς σύ μʼ ἐς δάμαρτα σὴν βλέπῃς
 
ἢ τἀμὰ τιμῶν δῶμα συγχέας ἔχῃς; 615
 
ὅσας σφαγὰς δὴ φαρμάκων τε θανασίμων
← Önceki Epeisodion 2 · 7 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme