Thesauros Literature Tragedy Ἴων

Ἴων

Ἴων Euripides

Epeisodion 2

[Episode]
ἐς τὰς Ἀθήνας στεῖχε κοινόφρων πατρί,
Ξοῦθος
οὗ σʼ ὄλβιον μὲν σκῆπτρον ἀναμένει πατρός,
 
πολὺς δὲ πλοῦτος· οὐδὲ θάτερον νοσῶν
 
δυοῖν κεκλήσῃ δυσγενὴς πένης θʼ ἅμα, 580
 
ἀλλʼ εὐγενής τε καὶ πολυκτήμων βίου.
 
σιγᾷς; τί πρὸς γῆν ὄμμα σὸν βαλὼν ἔχεις;
 
ἐς φροντίδας δʼ ἀπῆλθες, ἐκ δὲ χαρμονῆς
 
πάλιν μεταστὰς δεῖμα προσβάλλεις πατρί.
Ἴων
οὐ ταὐτὸν εἶδος φαίνεται τῶν πραγμάτων 585
 
πρόσωθεν ὄντων ἐγγύθεν θʼ ὁρωμένων.
 
ἐγὼ δὲ τὴν μὲν συμφορὰν ἀσπάζομαι,
 
πατέρα σʼ ἀνευρών· ὧν δὲ γιγνώσκω, πάτερ,
 
ἄκουσον. εἶναί φασι τὰς αὐτόχθονας
 
κλεινὰς Ἀθήνας οὐκ ἐπείσακτον γένος, 590
 
ἵνʼ ἐσπεσοῦμαι δύο νόσω κεκτημένος,
 
πατρός τʼ ἐπακτοῦ καὐτὸς ὢν νοθαγενής.
 
καὶ τοῦτʼ ἔχων τοὔνειδος, ἀσθενὴς μὲν ὤν —
 
μηδὲν καὶ οὐδὲν ὢν κεκλήσομαι·
 
ἢν δʼ ἐς τὸ πρῶτον πόλεος ὁρμηθεὶς ζυγὸν 595
 
ζητῶ τις εἶναι, τῶν μὲν ἀδυνάτων ὕπο
← Önceki Epeisodion 2 · 6 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme