Thesauros Literature Tragedy Ἴων

Ἴων

Ἴων Euripides

Stasimon 1

[Choral 1]
ὑπερβαλλούσας γὰρ ἔχει
Χορός
θνατοῖς εὐδαιμονίας
 
ἀκίνητον ἀφορμάν,
 
τέκνων οἷς ἂν καρποτρόφοι 475
 
λάμπωσιν ἐν θαλάμοις
 
πατρίοισι νεάνιδες ἧβαι,
 
διαδέκτορα πλοῦτον
 
ὡς ἕξοντες ἐκ πατέρων
 
ἑτέροις ἐπὶ τέκνοις. 480
 
ἀλκά τε γὰρ ἐν κακοῖς
 
σύν τʼ εὐτυχίαις φίλον,
 
δορί τε γᾷ πατρίᾳ φέρει
 
σωτήριον ἀλκάν.
 
ἐμοὶ μὲν πλούτου τε πάρος 485
 
βασιλικῶν τʼ εἶεν θαλάμων
 
τροφαὶ κήδειοι κεδνῶν γε τέκνων.
 
τὸν ἄπαιδα δʼ ἀποστυγῶ
 
βίον, ᾧ τε δοκεῖ ψέγω·
 
μετὰ δὲ κτεάνων μετρίων βιοτᾶς 490
 
εὔπαιδος ἐχοίμαν.
← Önceki Stasimon 1 · 2 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme