Stasimon 4
Ἴων
τόδʼ ἔσθʼ ὕφασμα, θέσφαθʼ ὡς εὑρίσκομεν.
Κρέουσα
ὦ χρόνιον ἱστῶν παρθένευμα τῶν ἐμῶν.
1425
Ἴων
ἔστιν τι πρὸς τῷδʼ, ἢ μόνῳ τῷδʼ εὐτυχεῖς;
Κρέουσα
δράκοντες· ἀρχαῖόν τι παγχρύσῳ γένει
δώρημʼ Ἀθάνας, ἣ τέκνʼ ἐντρέφειν λέγει
Ἐριχθονίου γε τοῦ πάλαι μιμήματα.
Ἴων
τί δρᾶν, τί χρῆσθαι, φράζε μοι, χρυσώματι;
1430
Κρέουσα
δέραια παιδὶ νεογόνῳ φέρειν, τέκνον.
Ἴων
ἔνεισιν οἵδε· τὸ δὲ τρίτον ποθῶ μαθεῖν.
Κρέουσα
στέφανον ἐλαίας ἀμφέθηκά σοι τότε,
ἣν πρῶτʼ Ἀθάνα σκόπελον εἰσηνέγκατο,
ὅς, εἴπερ ἔστιν, οὔποτʼ ἐκλείπει χλόην,
1435
θάλλει δʼ, ἐλαίας ἐξ ἀκηράτου γεγώς.
Ἴων
ὦ φιλτάτη μοι μῆτερ, ἄσμενός σʼ ἰδὼν
πρὸς ἀσμένας πέπτωκα σὰς παρηίδας.
Κρέουσα
ὦ τέκνον, ὦ φῶς μητρὶ κρεῖσσον ἡλίου —
συγγνώσεται γὰρ ὁ θεός — ἐν χεροῖν σʼ ἔχω,
1440
ἄελπτον εὕρημʼ, ὃν κατὰ γᾶς ἐνέρων
χθόνιον μετὰ Περσεφόνας τʼ ἐδόκουν ναίειν.