Thesauros Literature Tragedy Ἴων

Ἴων

Ἴων Euripides

Prologos

Ἑρμῆς
κυρεῖ δʼ ἅμʼ ἱππεύοντος ἡλίου κύκλῳ
 
προφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ·
 
ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίῳ
 
ἐθαύμασʼ εἴ τις Δελφίδων τλαίη κόρη
 
λαθραῖον ὠδῖνʼ ἐς θεοῦ ῥῖψαι δόμον, 45
 
ὑπέρ τε θυμέλας διορίσαι πρόθυμος ἦν·
 
οἴκτῳ δʼ ἀφῆκεν ὠμότητα — καὶ θεὸς
 
συνεργὸς ἦν τῷ παιδὶ μὴ ʼκπεσεῖν δόμων —
 
τρέφει δέ νιν λαβοῦσα. τὸν σπείραντα δὲ
 
οὐκ οἶδε Φοῖβον οὐδὲ μητέρʼ ἧς ἔφυ, 50
 
ὁ παῖς τε τοὺς τεκόντας οὐκ ἐπίσταται.
 
νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰς
 
ἠλᾶτʼ ἀθύρων· ὡς δʼ ἀπηνδρώθη δέμας,
 
Δελφοί σφʼ ἔθεντο χρυσοφύλακα τοῦ θεοῦ
 
ταμίαν τε πάντων πιστόν, ἐν δʼ ἀνακτόροις 55
 
θεοῦ καταζῇ δεῦρʼ ἀεὶ σεμνὸν βίον.
 
Κρέουσα δʼ ἡ τεκοῦσα τὸν νεανίαν
 
Ξούθῳ γαμεῖται συμφορᾶς τοιᾶσδʼ ὕπο·
 
ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις,
 
οἳ γῆν ἔχουσʼ Εὐβοῖδα, πολέμιος κλύδων· 60
← Önceki Prologos · 3 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme