Thesauros Literature Tragedy Ἴων

Ἴων

Ἴων Euripides

Prologos

Ἑρμῆς
Ἐριχθονίου. κείνῳ γὰρ ἡ Διὸς κόρη
 
φρουρὼ παραζεύξασα φύλακε σώματος
 
δισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσι
 
δίδωσι σῴζειν· ὅθεν Ἐρεχθείδαις ἐκεῖ
 
νόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοις 25
 
τρέφειν τέκνα. ἀλλʼ ἣν εἶχε παρθένος χλιδὴν
 
τέκνῳ προσάψασʼ ἔλιπεν ὡς θανουμένῳ.
 
κἄμʼ ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε·
 
ὦ σύγγονʼ, ἐλθὼν λαὸν εἰς αὐτόχθονα
 
κλεινῶν Ἀθηνῶν — οἶσθα γὰρ θεᾶς πόλιν — 30
 
λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας
 
αὐτῷ σὺν ἄγγει σπαργάνοισί θʼ οἷς ἔχει
 
ἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια,
 
καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν.
 
τὰ δʼ ἄλλʼ — ἐμὸς γάρ ἐστιν, ὡς εἰδῇς, ὁ παῖς — 35
 
ἡμῖν μελήσει. Λοξίᾳ δʼ ἐγὼ χάριν
 
πράσσων ἀδελφῷ πλεκτὸν ἐξάρας κύτος
 
ἤνεγκα, καὶ τὸν παῖδα κρηπίδων ἔπι
 
τίθημι ναοῦ τοῦδʼ, ἀναπτύξας κύτος
 
ἑλικτὸν ἀντίπηγος, ὡς ὁρῷθʼ ὁ παῖς. 40
← Önceki Prologos · 2 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme