Thesauros Literature Tragedy Ἄλκηστις

Ἄλκηστις

Ἄλκηστις Euripides

Stasimon 2

[Episode 1]
ἰώ μοι τύχας. μαῖα δὴ κάτω
Παῖς
βέβακεν, οὐκέτ’ ἔστιν, ὦ
 
πάτερ, ὑφ’ ἁλίῳ. 395
 
προλιποῦσα δ’ ἀμὸν
 
βίον ὠρφάνισσε τλάμων.
 
ἴδε γὰρ ἴδε βλέφαρον καὶ παρατόνους χέρας.
 
ὑπάκουσον ἄκουσον, ὦ μᾶτερ, ἀντιάζω. 400
 
ἐγώ σ’ ἐγώ, μᾶτερ,
 
καλοῦμαί σ’ ὁ σὸς ποτὶ σοῖσι πίτ-
 
στόμασιν νεοσσός.
Ἄδμητος
τὴν οὐ κλύουσαν οὐδ’ ὁρῶσαν· ὥστ’ ἐγὼ
 
καὶ σφὼ βαρείᾳ συμφορᾷ πεπλήγμεθα. 405
Παῖς
νέος ἐγώ, πάτερ, λείπομαι φίλας
 
μονόστολός τε ματρός· ὦ
 
σχέτλια δὴ παθὼν
 
ἐγὼ ἐργὰ . .,
 
σύ τέ μοι σύγκασι κούρα 410
 
συνέτλας· ὦ πάτερ,
 
ἀνόνατ’ ἀνόνατ’ ἐνύμφευσας, οὐδὲ γήρως
 
ἔβας τέλος σὺν τᾷδʼ·
← Önceki bölüm Stasimon 2 · 1 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme