Thesauros Literature Tragedy Ἄλκηστις

Ἄλκηστις

Ἄλκηστις Euripides

Epeisodion 2

Ἄλκηστις
Ἄδμηθʼ, ὁρᾷς γὰρ τἀμὰ πράγμαθ’ ὡς ἔχει, 280
 
λέξαι θέλω σοι πρὶν θανεῖν ἃ βούλομαι.
 
ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆς
 
ψυχῆς καταστήσασα φῶς τόδ’ εἰσορᾶν,
 
θνῄσκω, παρόν μοι μὴ θανεῖν, ὑπὲρ σέθεν,
 
ἀλλ’ ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελον, 285
 
καὶ δῶμα ναίειν ὄλβιον τυραννίδι.
 
οὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσά σου
 
σὺν παισὶν ὀρφανοῖσιν, οὐδ’ ἐφεισάμην
 
ἥβης, ἔχουσ’ ἐν οἷς ἐτερπόμην ἐγώ.
 
καίτοι σ’ ὁ φύσας χἠ τεκοῦσα προύδοσαν, 290
 
καλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου,
 
καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν.
 
μόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦν
 
σοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα.
 
κἀγώ τ’ ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον, 295
 
κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενες
 
καὶ παῖδας ὠρφάνευες. ἀλλὰ ταῦτα μὲν
 
θεῶν τις ἐξέπραξεν ὥσθ’ οὕτως ἔχειν.
 
εἶεν· σὺ νῦν μοι τῶνδ’ ἀπόμνησαι χάριν·
 
αἰτήσομαι γάρ σ’—ἀξίαν μὲν οὔποτε· 300
 
ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον—
 
δίκαια δʼ, ὡς φήσεις σύ· τούσδε γὰρ φιλεῖς
 
οὐχ ἧσσον ἢ ʼγὼ παῖδας, εἴπερ εὖ φρονεῖς·
 
τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων,
 
καὶ μὴ ʼπιγήμῃς τοῖσδε μητρυιὰν τέκνοις, 305
 
ἥτις κακίων οὖσ’ ἐμοῦ γυνὴ φθόνῳ
 
τοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ.
 
μὴ δῆτα δράσῃς ταῦτά γʼ, αἰτοῦμαί σ’ ἐγώ.
 
ἐχθρὰ γὰρ ἡ ʼπιοῦσα μητρυιὰ τέκνοις
 
τοῖς πρόσθʼ, ἐχίδνης οὐδὲν ἠπιωτέρα. 310
 
καὶ παῖς μὲν ἄρσην πατέρ’ ἔχει πύργον μέγαν,
 
ὃν καὶ προσεῖπε καὶ προσερρήθη πάλιν.
 
σὺ δʼ, ὦ τέκνον μοι, πῶς κορευθήσῃ καλῶς;
 
ποίας τυχοῦσα συζύγου τῷ σῷ πατρί;
 
μή σοί τιν’ αἰσχρὰν προσβαλοῦσα κληδόνα 315
 
ἥβης ἐν ἀκμῇ σοὺς διαφθείρῃ γάμους.
 
οὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲ
 
οὔτ’ ἐν τόκοισι σοῖσι θαρσυνεῖ, τέκνον,
 
παροῦσʼ, ἵν’ οὐδὲν μητρὸς εὐμενέστερον.
 
δεῖ γὰρ θανεῖν με· καὶ τόδ’ οὐκ ἐς αὔριον 320
 
οὐδ’ ἐς τρίτην μοι μηνὸς ἔρχεται κακόν,
 
ἀλλ’ αὐτίκ’ ἐν τοῖς οὐκέτ’ οὖσι λέξομαι.
 
χαίροντες εὐφραίνοισθε· καὶ σοὶ μέν, πόσι,
 
γυναῖκ’ ἀρίστην ἔστι κομπάσαι λαβεῖν,
 
ὑμῖν δέ, παῖδες, μητρὸς ἐκπεφυκέναι. 325
Χορός
θάρσει· πρὸ τούτου γὰρ λέγειν οὐχ ἅζομαι·
 
δράσει τάδʼ, εἴπερ μὴ φρενῶν ἁμαρτάνει.
Ἄδμητος
ἔσται τάδ’ ἔσται, μὴ τρέσῃς· ἐπεὶ σ’ ἐγὼ
 
καὶ ζῶσαν εἶχον καὶ θανοῦσ’ ἐμὴ γυνὴ
 
μόνη κεκλήσῃ, κοὔτις ἀντὶ σοῦ ποτε 330
 
τόνδ’ ἄνδρα νύμφη Θεσσαλὶς προσφθέγξεται.
 
οὐκ ἔστιν οὕτως οὔτε πατρὸς εὐγενοῦς
 
οὔτ’ εἶδος ἄλλως ἐκπρεπεστάτη γυνή.
 
ἅλις δὲ παίδων· τῶνδ’ ὄνησιν εὔχομαι
 
θεοῖς γενέσθαι· σοῦ γὰρ οὐκ ὠνήμεθα. 335
 
οἴσω δὲ πένθος οὐκ ἐτήσιον τὸ σόν,
 
ἀλλ’ ἔστ’ ἂν αἰὼν οὑμὸς ἀντέχῃ, γύναι,
 
στυγῶν μὲν ἥ μ’ ἔτικτεν, ἐχθαίρων δ’ ἐμὸν
 
πατέρα· λόγῳ γὰρ ἦσαν οὐκ ἔργῳ φίλοι.
 
σὺ δ’ ἀντιδοῦσα τῆς ἐμῆς τὰ φίλτατα 340
 
ψυχῆς ἔσωσας. ἆρά μοι στένειν πάρα
 
τοιᾶσδ’ ἁμαρτάνοντι συζύγου σέθεν;
 
παύσω δὲ κώμους συμποτῶν θ’ ὁμιλίας
 
στεφάνους τε μοῦσάν θ’ ἣ κατεῖχ’ ἐμοὺς δόμους.
 
οὐ γάρ ποτ’ οὔτ’ ἂν βαρβίτου θίγοιμ’ ἔτι 345
 
οὔτ’ ἂν φρέν’ ἐξαίροιμι πρὸς Λίβυν λακεῖν
 
αὐλόν· σὺ γάρ μου τέρψιν ἐξείλου βίου.
 
σοφῇ δὲ χειρὶ τεκτόνων δέμας τὸ σὸν
 
εἰκασθὲν ἐν λέκτροισιν ἐκταθήσεται,
 
ᾧ προσπεσοῦμαι καὶ περιπτύσσων χέρας 350
 
ὄνομα καλῶν σὸν τὴν φίλην ἐν ἀγκάλαις
 
δόξω γυναῖκα καίπερ οὐκ ἔχων ἔχειν·
 
ψυχρὰν μέν, οἶμαι, τέρψιν, ἀλλ’ ὅμως βάρος
 
ψυχῆς ἀπαντλοίην ἄν. ἐν δ’ ὀνείρασι
 
φοιτῶσά μ’ εὐφραίνοις ἄν· ἡδὺ γὰρ φίλους 355
 
κἀν νυκτὶ λεύσσειν, ὅντιν’ ἂν παρῇ χρόνον.
 
εἰ δ’ Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν,
 
ὥστ’ ἢ κόρην Δήμητρος ἢ κείνης πόσιν
 
ὕμνοισι κηλήσαντά σ’ ἐξ Ἅιδου λαβεῖν,
 
κατῆλθον ἄν, καί μ’ οὔθ’ ὁ Πλούτωνος κύων 360
 
οὔθ’ οὑπὶ κώπῃ ψυχοπομπὸς ἂν Χάρων
 
ἔσχον, πρὶν ἐς φῶς σὸν καταστῆσαι βίον.
 
ἀλλ’ οὖν ἐκεῖσε προσδόκα μʼ, ὅταν θάνω,
 
καὶ δῶμ’ ἑτοίμαζʼ, ὡς συνοικήσουσά μοι.
 
ἐν ταῖσιν αὐταῖς γάρ μ’ ἐπισκήψω κέδροις 365
 
σοὶ τούσδε θεῖναι πλευρά τ’ ἐκτεῖναι πέλας
 
πλευροῖσι τοῖς σοῖς· μηδὲ γὰρ θανών ποτε
 
σοῦ χωρὶς εἴην τῆς μόνης πιστῆς ἐμοί.
Χορός
καὶ μὴν ἐγώ σοι πένθος ὡς φίλος φίλῳ
 
λυπρὸν συνοίσω τῆσδε· καὶ γὰρ ἀξία. 370
Ἄλκηστις
ὦ παῖδες, αὐτοὶ δὴ τάδ’ εἰσηκούσατε
 
πατρὸς λέγοντος μὴ γαμεῖν ἄλλην ποτὲ
 
γυναῖκ’ ἐφ’ ὑμῖν μηδ’ ἀτιμάσειν ἐμέ.
Ἄδμητος
καὶ νῦν γέ φημι, καὶ τελευτήσω τάδε.
Ἄλκηστις
ἐπὶ τοῖσδε παῖδας χειρὸς ἐξ ἐμῆς δέχου. 375
Ἄδμητος
δέχομαι, φίλον γε δῶρον ἐκ φίλης χερός.
Ἄλκηστις
σὺ νῦν γενοῦ τοῖσδ’ ἀντ’ ἐμοῦ μήτηρ τέκνοις.
Ἄδμητος
πολλή μ’ ἀνάγκη, σοῦ γ’ ἀπεστερημένοις.
Ἄλκηστις
ὦ τέκνʼ, ὅτε ζῆν χρῆν μʼ, ἀπέρχομαι κάτω.
Ἄδμητος
οἴμοι, τί δράσω δῆτα σοῦ μονούμενος; 380
Ἄλκηστις
χρόνος μαλάξει σʼ· οὐδέν ἐσθ’ ὁ κατθανών.
Ἄδμητος
ἄγου με σὺν σοί, πρὸς θεῶν, ἄγου κάτω.
Ἄλκηστις
ἀρκοῦμεν ἡμεῖς οἱ προθνῄσκοντες σέθεν.
Ἄδμητος
ὦ δαῖμον, οἵας συζύγου μ’ ἀποστερεῖς.
Ἄλκηστις
καὶ μὴν σκοτεινὸν ὄμμα μου βαρύνεται. 385
Ἄδμητος
ἀπωλόμην ἄρ’, εἴ με δὴ λείψεις, γύναι.
Ἄλκηστις
ὡς οὐκέτ’ οὖσαν οὐδὲν ἂν λέγοις ἐμέ.
Ἄδμητος
ὄρθου πρόσωπον, μὴ λίπῃς παῖδας σέθεν.
Ἄλκηστις
οὐ δῆθ’ ἑκοῦσά γʼ, ἀλλὰ χαίρετʼ, ὦ τέκνα.
Ἄδμητος
βλέψον πρὸς αὐτοὺς βλέψον. 390
Ἄλκηστις
οὐδέν εἰμ’ ἔτι. 390
Ἄδμητος
τί δρᾷς; προλείπεις;
Ἄλκηστις
χαῖρʼ.
Ἄδμητος
ἀπωλόμην τάλας.
Χορός
βέβηκεν, οὐκέτ’ ἔστιν Ἀδμήτου γυνή.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme