Thesauros Literature Tragedy Ἄλκηστις

Ἄλκηστις

Ἄλκηστις Euripides

Epeisodion 1

Χορός
ἀλλ’ ἥδ’ ὀπαδῶν ἐκ δόμων τις ἔρχεται
 
δακρυρροοῦσα, τίνα τύχην ἀκούσομαι;
 
πενθεῖν μέν, εἴ τι δεσπόταισι τυγχάνει,
 
συγγνωστόν· εἰ δ’ ἔτ’ ἐστὶν ἔμψυχος γυνὴ
 
εἴτ’ οὖν ὄλωλεν εἰδέναι βουλοίμεθ’ ἄν. 140
Θεράπαινα
καὶ ζῶσαν εἰπεῖν καὶ θανοῦσαν ἔστι σοι.
Χορός
καὶ πῶς ἂν αὑτὸς κατθάνοι τε καὶ βλέποι;
Θεράπαινα
ἤδη προνωπής ἐστι καὶ ψυχορραγεῖ.
Χορός
ὦ τλῆμον, οἵας οἷος ὢν ἁμαρτάνεις.
Θεράπαινα
οὔπω τόδ’ οἶδε δεσπότης, πρὶν ἂν πάθῃ. 145
Χορός
ἐλπὶς μὲν οὐκέτ’ ἐστὶ σῴζεσθαι βίον;
Θεράπαινα
πεπρωμένη γὰρ ἡμέρα βιάζεται.
Χορός
οὔκουν ἐπ’ αὐτῇ πράσσεται τὰ πρόσφορα;
Θεράπαινα
κόσμος γ’ ἕτοιμος, ᾧ σφε συνθάψει πόσις.
Χορός
ἴστω νυν εὐκλεής γε κατθανουμένη 150
 
γυνή τ’ ἀρίστη τῶν ὑφ’ ἡλίῳ, μακρῷ.
Θεράπαινα
πῶς δ’ οὐκ ἀρίστη; τίς δ’ ἐναντιώσεται;
 
τί χρὴ γενέσθαι τὴν ὑπερβεβλημένην
 
γυναῖκα; πῶς δ’ ἂν μᾶλλον ἐνδείξαιτό τις
 
πόσιν προτιμῶσ’ ἢ θέλουσ’ ὑπερθανεῖν; 155
 
καὶ ταῦτα μὲν δὴ πᾶσ’ ἐπίσταται πόλις·
 
ἃ δ’ ἐν δόμοις ἔδρασε θαυμάσῃ κλύων.
 
ἐπεὶ γὰρ ᾔσθεθ’ ἡμέραν τὴν κυρίαν
 
ἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα
 
ἐλούσατʼ, ἐκ δ’ ἑλοῦσα κεδρίνων δόμων 160
 
ἐσθῆτα κόσμον τ’ εὐπρεπῶς ἠσκήσατο,
 
καὶ στᾶσα πρόσθεν Ἑστίας κατηύξατο·
 
Δέσποινʼ, ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός,
 
πανύστατόν σε προσπίτνουσ’ αἰτήσομαι,
 
τέκν’ ὀρφανεῦσαι τἀμά· καὶ τῷ μὲν φίλην 165
 
σύζευξον ἄλοχον, τῇ δὲ γενναῖον πόσιν.
 
μηδ’ ὥσπερ αὐτῶν ἡ τεκοῦσ’ ἀπόλλυμαι
 
θανεῖν ἀώρους παῖδας, ἀλλ’ εὐδαίμονας
 
ἐν γῇ πατρῴᾳ τερπνὸν ἐκπλῆσαι βίον.
 
πάντας δὲ βωμούς, οἳ κατ’ Ἀδμήτου δόμους, 170
 
προσῆλθε κἀξέστεψε καὶ προσηύξατο,
 
πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην,
 
ἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιὸν
 
κακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν.
 
κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος, 175
 
ἐνταῦθα δὴ ʼδάκρυσε καὶ λέγει τάδε·
 
Ὦ λέκτρον, ἔνθα παρθένει’ ἔλυσ’ ἐγὼ
 
κορεύματ’ ἐκ τοῦδ’ ἀνδρός, οὗ θνῄσκω πέρι,
 
χαῖρʼ· οὐ γὰρ ἐχθαίρω σʼ· ἀπώλεσας δ’ ἐμὲ
 
μόνην· προδοῦναι γάρ σ’ ὀκνοῦσα καὶ πόσιν 180
 
θνῄσκω. σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται,
 
σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ ἴσως.
 
κυνεῖ δὲ προσπίτνουσα, πᾶν δὲ δέμνιον
 
ὀφθαλμοτέγκτῳ δεύεται πλημμυρίδι.
 
ἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον, 185
 
στείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων,
 
καὶ πολλὰ θαλάμων ἐξιοῦσ’ ἐπεστράφη
 
κἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν.
 
παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι
 
ἔκλαιον· ἣ δὲ λαμβάνουσ’ ἐς ἀγκάλας 190
 
ἠσπάζετ’ ἄλλοτ’ ἄλλον, ὡς θανουμένη.
 
πάντες δ’ ἔκλαιον οἰκέται κατὰ στέγας
 
δέσποιναν οἰκτίροντες. ἣ δὲ δεξιὰν
 
προύτειν’ ἑκάστῳ, κοὔτις ἦν οὕτω κακὸς
 
ὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν. 195
 
τοιαῦτ’ ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά.
 
καὶ κατθανών τἂν ὤλετʼ, ἐκφυγών δ’ ἔχει
 
τοσοῦτον ἄλγος, οὗ ποτ’—οὐ λελήσεται.
Χορός
ἦ που στενάζει τοισίδ’ Ἄδμητος κακοῖς,
 
ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή; 200
Θεράπαινα
κλαίει γ’ ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων,
 
καὶ μὴ προδοῦναι λίσσεται, τἀμήχανα
 
ζητῶν· φθίνει γὰρ καὶ μαραίνεται νόσῳ.
 
παρειμένη δέ, χειρὸς ἄθλιον βάρος
 
 
ὅμως δὲ καίπερ σμικρὸν ἐμπνέουσ’ ἔτι 205
 
βλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίου
 
ὡς οὔποτ’ αὖθις, ἀλλὰ νῦν πανύστατον.
 
ἀκτῖνα κύκλον θ’ ἡλίου προσόψεται.
 
ἀλλ’ εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν·
 
οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις, 210
 
ὥστ’ ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι·
 
σὺ δ’ εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme