Thesauros Literature Tragedy Ἄλκηστις

Ἄλκηστις

Ἄλκηστις Euripides

Eksodos

Χορός
—καὶ μὴν ὅδʼ, ὡς ἔοικεν, Ἀλκμήνης γόνος,
 
Ἄδμητε, πρὸς σὴν ἑστίαν πορεύεται.
Ἡρακλῆς
φίλον πρὸς ἄνδρα χρὴ λέγειν ἐλευθέρως,
 
Ἄδμητε, μομφὰς δ’ οὐχ ὑπὸ σπλάγχνοις ἔχειν
 
σιγῶντʼ. ἐγὼ δὲ σοῖς κακοῖσιν ἠξίουν 1010
 
ἐγγὺς παρεστὼς ἐξετάζεσθαι φίλος·
 
σὺ δ’ οὐκ ἔφραζες σῆς προκείμενον νέκυν
 
γυναικός, ἀλλά μ’ ἐξένιζες ἐν δόμοις.
 
ὡς δὴ θυραίου πήματος σπουδὴν ἔχων.
 
κἄστεψα κρᾶτα καὶ θεοῖς ἐλειψάμην 1015
 
σπονδὰς ἐν οἴκοις δυστυχοῦσι τοῖσι σοῖς.
 
καὶ μέμφομαι μέν, μέμφομαι, παθὼν τάδε,
 
οὐ μήν σε λυπεῖν ἐν κακοῖσι βούλομαι.
 
ὧν δ’ οὕνεχ’ ἥκω δεῦρ’ ὑποστρέψας πάλιν
 
λέξω. γυναῖκα τήνδε μοι σῷσον λαβών, 1020
 
ἕως ἂν ἵππους δεῦρο Θρῃκίας ἄγων
 
ἔλθω, τύραννον Βιστόνων κατακτανών.
 
πράξας δ’ ὃ μὴ τύχοιμι—νοστήσαιμι γάρ—
 
τήνδε σοῖσι προσπολεῖν δόμοις.
 
πολλῷ δὲ μόχθῳ χεῖρας ἦλθεν εἰς ἐμάς· 1025
 
ἀγῶνα γὰρ πάνδημον εὑρίσκω τινὰς
 
τιθέντας, ἀθληταῖσιν ἄξιον πόνον,
 
ὅθεν κομίζω τήνδε νικητήρια
 
λαβών· τὰ μὲν γὰρ κοῦφα τοῖς νικῶσιν ἦν
 
ἵππους ἄγεσθαι, τοῖσι δ’ αὖ τὰ μείζονα 1030
 
νικῶσι, πυγμὴν καὶ πάλην, βουφόρβια·
 
γυνὴ δ’ ἐπ’ αὐτοῖς εἵπετʼ· ἐντυχόντι δὲ
 
αἰσχρὸν παρεῖναι κέρδος ἦν τόδ’ εὐκλεές.
 
ἀλλʼ, ὥσπερ εἶπον, σοὶ μέλειν γυναῖκα χρή·
 
οὐ γὰρ κλοπαίαν, ἀλλὰ σὺν πόνῳ λαβὼν 1035
 
ἥκω· χρόνῳ δὲ καὶ σύ μ’ αἰνέσεις ἴσως.
Ἄδμητος
οὔτοι σ’ ἀτίζων οὐδ’ ἐν αἰσχροῖσιν τιθεὶς
 
ἔκρυψ’ ἐμῆς γυναικὸς ἀθλίου τύχας·
 
ἀλλ’ ἄλγος ἄλγει τοῦτ’ ἂν ἦν προσκείμενον,
 
εἴ του πρὸς ἄλλου δώμαθ’ ὡρμήθης ξένου· 1040
 
ἅλις δὲ κλαίειν τοὐμὸν ἦν ἐμοὶ κακόν.
 
γυναῖκα δʼ, εἴ πως ἔστιν, αἰτοῦμαί σʼ, ἄναξ,
 
ἄλλον τιν’ ὅστις μὴ πέπονθεν οἷ’ ἐγὼ
 
σῴζειν ἄνωχθι Θεσσαλῶν· πολλοὶ δέ σοι
 
ξένοι Φεραίων· μή μ’ ἀναμνήσῃς κακῶν. 1045
 
οὐκ ἂν δυναίμην τήνδ’ ὁρῶν ἐν δώμασιν
 
ἄδακρυς εἶναι· μὴ νοσοῦντί μοι νόσον
 
προσθῇς· ἅλις γὰρ συμφορᾷ βαρύνομαι.
 
ποῦ καὶ τρέφοιτ’ ἂν δωμάτων νέα γυνή;
 
νέα γάρ, ὡς ἐσθῆτι καὶ κόσμῳ πρέπει. 1050
 
πότερα κατ’ ἀνδρῶν δῆτ’ ἐνοικήσει στέγην;
 
καὶ πῶς ἀκραιφνὴς ἐν νέοις στρωφωμένη
 
ἔσται; τὸν ἡβῶνθʼ, Ἡράκλεις, οὐ ῥᾴδιον
 
εἴργειν· ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω.
 
ἢ τῆς θανούσης θάλαμον ἐσβήσας τρέφω; 1055
 
καὶ πῶς ἐπεσφρῶ τήνδε τῷ κείνης λέχει;
 
διπλῆν φοβοῦμαι μέμψιν, ἔκ τε δημοτῶν,
 
μή τίς μ’ ἐλέγξῃ τὴν ἐμὴν εὐεργέτιν
 
προδόντ’ ἐν ἄλλης δεμνίοις πίτνειν νέας,
 
καὶ τῆς θανούσης· ἀξία δέ μοι σέβειν· 1060
 
πολλὴν πρόνοιαν δεῖ μ’ ἔχειν. σὺ δʼ, ὦ γύναι,
 
ἥτις ποτ’ εἶ σύ, ταὔτ’ ἔχουσ’ Ἀλκήστιδι
 
μορφῆς μέτρ’ ἴσθι· καὶ προσήιξαι δέμας.
 
οἴμοι. κόμιζε πρὸς θεῶν ἐξ ὀμμάτων
 
γυναῖκα τήνδε, μή μ’ ἕλῃς ᾑρημένον. 1065
 
δοκῶ γὰρ αὐτὴν εἰσορῶν γυναῖχ’ ὁρᾶν
 
ἐμήν· θολοῖ δὲ καρδίαν, ἐκ δ’ ὀμμάτων
 
πηγαὶ κατερρώγασιν· ὦ τλήμων ἐγώ,
 
ὡς ἄρτι πένθους τοῦδε γεύομαι πικροῦ.
Χορός
ἐγὼ μὲν οὐκ ἔχοιμ’ ἂν εὖ λέγειν τύχην· 1070
 
χρὴ δʼ, ὅστις εἶ σύ, καρτερεῖν θεοῦ δόσιν.
Ἡρακλῆς
εἰ γὰρ τοσαύτην δύναμιν εἶχον ὥστε σὴν
 
ἐς φῶς πορεῦσαι νερτέρων ἐκ δωμάτων
 
γυναῖκα καί σοι τήνδε πορσῦναι χάριν.
Ἄδμητος
σάφ’ οἶδα βούλεσθαί σ’ ἄν. ἀλλὰ ποῦ τόδε; 1075
 
οὐκ ἔστι τοὺς θανόντας ἐς φάος μολεῖν.
Ἡρακλῆς
μή νυν ὑπέρβαλλʼ, ἀλλ’ ἐναισίμως φέρε.
Ἄδμητος
ῥᾷον παραινεῖν ἢ παθόντα καρτερεῖν.
Ἡρακλῆς
τί δ’ ἂν προκόπτοις, εἰ θέλοις ἀεὶ στένειν;
Ἄδμητος
ἔγνωκα καὐτός, ἀλλ’ ἔρως τις ἐξάγει. 1080
Ἡρακλῆς
τὸ γὰρ φιλῆσαι τὸν θανόντ’ ἄγει δάκρυ.
Ἄδμητος
ἀπώλεσέν με, κἄτι μᾶλλον ἢ λέγω.
Ἡρακλῆς
γυναικὸς ἐσθλῆς ἤμπλακες· τίς ἀντερεῖ;
Ἄδμητος
ὥστ’ ἄνδρα τόνδε μηκέθ’ ἥδεσθαι βίῳ.
Ἡρακλῆς
χρόνος μαλάξει, νῦν δ’ ἔθ’ ἡβάσκει κακόν. 1085
Ἄδμητος
χρόνον λέγοις ἄν, εἰ χρόνος τὸ κατθανεῖν.
Ἡρακλῆς
γυνή σε παύσει καὶ νέου γάμου πόθοι.
Ἄδμητος
σίγησον· οἷον εἶπας. οὐκ ἂν ᾠόμην.
Ἡρακλῆς
τί δʼ; οὐ γαμεῖς γάρ, ἀλλὰ χηρεύσῃ λέχος;
Ἄδμητος
οὐκ ἔστιν ἥτις τῷδε συγκλιθήσεται. 1090
Ἡρακλῆς
μῶν τὴν θανοῦσαν ὠφελεῖν τι προσδοκᾷς;
Ἄδμητος
κείνην ὅπουπερ ἔστι τιμᾶσθαι χρεών.
Ἡρακλῆς
αἰνῶ μὲν αἰνῶ· μωρίαν δ’ ὀφλισκάνεις.
Ἄδμητος
ὡς μήποτ’ ἄνδρα τόνδε νυμφίον καλῶν.
Ἡρακλῆς
ἐπῄνεσ’ ἀλόχῳ πιστὸς οὕνεκ’ εἶ φίλος. 1095
Ἄδμητος
θάνοιμ’ ἐκείνην καίπερ οὐκ οὖσαν προδούς.
Ἡρακλῆς
δέχου νυν εἴσω τήνδε γενναίων δόμων.
Ἄδμητος
μή, πρός σε τοῦ σπείραντος ἄντομαι Διός.
Ἡρακλῆς
καὶ μὴν ἁμαρτήσῃ γε μὴ δράσας τάδε.
Ἄδμητος
καὶ δρῶν γε λύπῃ καρδίαν δηχθήσομαι. 1100
Ἡρακλῆς
πιθοῦ· τάχ’ ἂν γὰρ ἐς δέον πέσοι χάρις.
Ἄδμητος
φεῦ.
 
εἴθ’ ἐξ ἀγῶνος τήνδε μὴ ῎λαβές ποτε.
Ἡρακλῆς
νικῶντι μέντοι καὶ σὺ συννικᾷς ἐμοί.
Ἄδμητος
καλῶς ἔλεξας· ἡ γυνὴ δ’ ἀπελθέτω.
Ἡρακλῆς
ἄπεισιν, εἰ χρή· πρῶτα δ’ εἰ χρεὼν ἄθρει. 1105
Ἄδμητος
χρή, σοῦ γε μὴ μέλλοντος ὀργαίνειν ἐμοί.
Ἡρακλῆς
εἰδώς τι κἀγὼ τήνδ’ ἔχω προθυμίαν.
Ἄδμητος
νίκα νυν. οὐ μὴν ἁνδάνοντά μοι ποιεῖς.
Ἡρακλῆς
ἀλλ’ ἔσθ’ ὅθ’ ἡμᾶς αἰνέσεις· πιθοῦ μόνον.
Ἄδμητος
κομίζετʼ, εἰ χρὴ τήνδε δέξασθαι δόμοις. 1110
Ἡρακλῆς
οὐκ ἂν μεθείην τὴν γυναῖκα προσπόλοις.
Ἄδμητος
σὺ δ’ αὐτὸς αὐτὴν εἴσαγʼ, εἰ βούλῃ, δόμους.
Ἡρακλῆς
ἐς σὰς μὲν οὖν ἔγωγε θήσομαι χέρας.
Ἄδμητος
οὐκ ἂν θίγοιμι· δῶμα δ’ εἰσελθεῖν πάρα.
Ἡρακλῆς
τῇ σῇ πέποιθα χειρὶ δεξιᾷ μόνῃ. 1115
Ἄδμητος
ἄναξ, βιάζῃ μ’ οὐ θέλοντα δρᾶν τάδε.
Ἡρακλῆς
τόλμα προτεῖναι χεῖρα καὶ θιγεῖν ξένης.
Ἄδμητος
καὶ δὴ προτείνω, Γοργόν’ ὡς καρατομῶν.
Ἡρακλῆς
ἔχεις;
Ἄδμητος
ἔχω; ναί.
Ἡρακλῆς
σῷζέ νυν, καὶ τὸν Διὸς
 
φήσεις ποτ’ εἶναι παῖδα γενναῖον ξένον. 1120
 
βλέψον πρὸς αὐτήν, εἴ τι σῇ δοκεῖ πρέπειν
 
γυναικί· λύπης δ’ εὐτυχῶν μεθίστασο.
Ἄδμητος
ὦ θεοί, τί λέξω—θαῦμ’ ἀνέλπιστον τόδε—
 
γυναῖκα λεύσσων τήνδʼ; —ἐμὴν ἐτητύμως;
 
ἢ κέρτομός με θεοῦ τις ἐκπλήσσει χαρά; 1125
Ἡρακλῆς
οὐκ ἔστιν, ἀλλὰ τήνδ’ ὁρᾷς δάμαρτα σήν.
Ἄδμητος
ὅρα γε μή τι φάσμα νερτέρων τόδ’ ᾖ.
Ἡρακλῆς
οὐ ψυχαγωγὸν τόνδ’ ἐποιήσω ξένον.
Ἄδμητος
ἀλλ’ ἣν ἔθαπτον εἰσορῶ δάμαρτ’ ἐμήν;
Ἡρακλῆς
σάφ’ ἴσθʼ. ἀπιστεῖν δ’ οὔ σε θαυμάζω τύχην. 1130
Ἄδμητος
θίγω, προσείπω ζῶσαν ὡς δάμαρτ’ ἐμήν;
Ἡρακλῆς
πρόσειπʼ. ἔχεις γὰρ πᾶν ὅσονπερ ἤθελες.
Ἄδμητος
ὦ φιλτάτης γυναικὸς ὄμμα καὶ δέμας,
 
ἔχω σ’ ἀέλπτως, οὔποτ’ ὄψεσθαι δοκῶν.
Ἡρακλῆς
ἔχεις· φθόνος δὲ μὴ γένοιτό τις θεῶν. 1135
Ἄδμητος
ὦ τοῦ μεγίστου Ζηνὸς εὐγενὲς τέκνον,
 
εὐδαιμονοίης, καί σ’ ὁ φιτύσας πατὴρ
 
σῴζοι· σὺ γὰρ δὴ τἄμ’ ἀνώρθωσας μόνος.
 
πῶς τήνδ’ ἔπεμψας νέρθεν ἐς φάος τόδε;
Ἡρακλῆς
μάχην συνάψας δαιμόνων τῷ κυρίῳ. 1140
Ἄδμητος
ποῦ τόνδε Θανάτῳ φῂς ἀγῶνα συμβαλεῖν;
Ἡρακλῆς
τύμβον παρ’ αὐτὸν ἐκ λόχου μάρψας χεροῖν.
Ἄδμητος
τί γάρ ποθ’ ἥδ’ ἄναυδος ἕστηκεν γυνή;
Ἡρακλῆς
οὔπω θέμις σοι τῆσδε προσφωνημάτων
 
κλύειν, πρὶν ἂν θεοῖσι τοῖσι νερτέροις 1145
 
ἀφαγνίσηται καὶ τρίτον μόλῃ φάος.
 
ἀλλ’ εἴσαγ’ εἴσω τήνδε· καὶ δίκαιος ὢν
 
τὸ λοιπόν, Ἄδμητʼ, εὐσέβει περὶ ξένους.
 
καὶ χαῖρʼ· ἐγὼ δὲ τὸν προκείμενον πόνον
 
Σθενέλου τυράννῳ παιδὶ πορσυνῶ μολών. 1150
Ἄδμητος
μεῖνον παρ’ ἡμῖν καὶ ξυνέστιος γενοῦ.
Ἡρακλῆς
αὖθις τόδ’ ἔσται, νῦν δ’ ἐπείγεσθαί με δεῖ.
Ἄδμητος
ἀλλ’ εὐτυχοίης, νόστιμον δ’ ἔλθοις δόμον.
 
ἀστοῖς δὲ πάσῃ τ’ ἐννέπω τετραρχίᾳ,
 
χοροὺς ἐπ’ ἐσθλαῖς συμφοραῖσιν ἱστάναι 1155
 
βωμούς τε κνισᾶν βουθύτοισι προστροπαῖς.
 
νῦν γὰρ μεθηρμόσμεσθα βελτίω βίον
 
τοῦ πρόσθεν· οὐ γὰρ εὐτυχῶν ἀρνήσομαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme