Thesauros Literature Tragedy Ἄλκηστις

Ἄλκηστις

Ἄλκηστις Euripides

Stasimon 4

[Episode]
ἰὼ ἰώ. σχετλία τόλμης,
Χορός
ὦ γενναία καὶ μέγ’ ἀρίστη,
 
χαῖρε· πρόφρων σὲ χθόνιός θ’ Ἑρμῆς
 
Ἅιδης τε δέχοιτʼ. εἰ δέ τι κἀκεῖ
 
πλέον ἔστ’ ἀγαθοῖς, τούτων μετέχουσ’ 745
 
Ἅιδου νύμφῃ παρεδρεύοις.
Θεράπων
πολλοὺς μὲν ἤδη κἀπὸ παντοίας χθονὸς
 
ξένους μολόντας οἶδ’ ἐς Ἀδμήτου δόμους,
 
οἷς δεῖπνα προύθηκʼ· ἀλλὰ τοῦδ’ οὔπω ξένου
 
κακίον’ ἐς τήνδ’ ἑστίαν ἐδεξάμην. 750
 
ὃς πρῶτα μὲν πενθοῦντα δεσπότην ὁρῶν
 
ἐσῆλθε κἀτόλμησ’ ἀμείψασθαι πύλας.
 
ἔπειτα δ’ οὔτι σωφρόνως ἐδέξατο
 
τὰ προστυχόντα ξένια, συμφορὰν μαθών,
 
ἀλλʼ, εἴ τι μὴ φέροιμεν, ὤτρυνεν φέρειν. 755
 
ποτῆρα δ’ ἐν χείρεσσι κίσσινον λαβὼν
 
πίνει μελαίνης μητρὸς εὔζωρον μέθυ,
 
ἕως ἐθέρμην’ αὐτὸν ἀμφιβᾶσα φλὸξ
 
οἴνου· στέφει δὲ κρᾶτα μυρσίνης κλάδοις
 
ἄμουσ’ ὑλακτῶν· δισσὰ δ’ ἦν μέλη κλύειν· 760
 
ὃ μὲν γὰρ ᾖδε, τῶν ἐν Ἀδμήτου κακῶν
 
οὐδὲν προτιμῶν, οἰκέται δ’ ἐκλαίομεν
 
δέσποιναν· ὄμμα δ’ οὐκ ἐδείκνυμεν ξένῳ
 
τέγγοντες· Ἄδμητος γὰρ ὧδ’ ἐφίετο.
 
καὶ νῦν ἐγὼ μὲν ἐν δόμοισιν ἑστιῶ 765
 
ξένον, πανοῦργον κλῶπα καὶ λῃστήν τινα,
 
ἣ δ’ ἐκ δόμων βέβηκεν, οὐδ’ ἐφεσπόμην
 
οὐδ’ ἐξέτεινα χεῖρʼ, ἀποιμώζων ἐμὴν
 
δέσποιναν, ἣ ’μοὶ πᾶσί τ’ οἰκέταισιν ἦν
 
μήτηρ· κακῶν γὰρ μυρίων ἐρρύετο, 770
 
ὀργὰς μαλάσσουσ’ ἀνδρός. ἆρα τὸν ξένον
 
στυγῶ δικαίως, ἐν κακοῖς ἀφιγμένον;
Ἡρακλῆς
οὗτος, τί σεμνὸν καὶ πεφροντικὸς βλέπεις;
 
οὐ χρὴ σκυθρωπὸν τοῖς ξένοις τὸν πρόσπολον
 
εἶναι, δέχεσθαι δ’ εὐπροσηγόρῳ φρενί. 775
 
σὺ δ’ ἄνδρ’ ἑταῖρον δεσπότου παρόνθ’ ὁρῶν,
 
στυγνῷ προσώπῳ καὶ συνωφρυωμένῳ
 
δέχῃ, θυραίου πήματος σπουδὴν ἔχων.
 
δεῦρ’ ἔλθʼ, ὅπως ἂν καὶ σοφώτερος γένῃ.
 
τὰ θνητὰ πράγματ’ οἶδας ἣν ἔχει φύσιν; 780
 
οἶμαι μὲν οὔ· πόθεν γάρ; ἀλλ’ ἄκουέ μου.
 
βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται,
 
κοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταται
 
τὴν αὔριον μέλλουσαν εἰ βιώσεται·
 
τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται, 785
 
κἄστ’ οὐ διδακτὸν οὐδ’ ἁλίσκεται τέχνῃ.
 
ταῦτ’ οὖν ἀκούσας καὶ μαθὼν ἐμοῦ πάρα,
 
εὔφραινε σαυτόν, πῖνε, τὸν καθ’ ἡμέραν
 
βίον λογίζου σόν, τὰ δ’ ἄλλα τῆς τύχης.
 
τίμα δὲ καὶ τὴν πλεῖστον ἡδίστην θεῶν 790
 
Κύπριν βροτοῖσιν· εὐμενὴς γὰρ ἡ θεός.
 
τὰ δ’ ἄλλ’ ἔασον ταῦτα καὶ πιθοῦ λόγοις
 
ἐμοῖσιν—εἴπερ ὀρθά σοι δοκῶ λέγειν;
 
οἶμαι μέν. οὔκουν τὴν ἄγαν λύπην ἀφεὶς
 
πίῃ μεθ’ ἡμῶν τάσδ’ ὑπερβαλὼν τύχας, 795
 
στεφάνοις πυκασθείς; καὶ σάφ’ οἶδ’ ὁθούνεκα
 
τοῦ νῦν σκυθρωποῦ καὶ ξυνεστῶτος φρενῶν
 
μεθορμιεῖ σε πίτυλος ἐμπεσὼν σκύφου.
 
ὄντας δὲ θνητοὺς θνητὰ καὶ φρονεῖν χρεών·
 
ὡς τοῖς γε σεμνοῖς καὶ συνωφρυωμένοις 800
 
ἅπασίν ἐστιν, ὥς γ’ ἐμοὶ χρῆσθαι κριτῇ,
 
οὐ βίος ἀληθῶς ὁ βίος, ἀλλὰ συμφορά.
Θεράπων
ἐπιστάμεσθα ταῦτα· νῦν δὲ πράσσομεν
 
οὐχ οἷα κώμου καὶ γέλωτος ἄξια.
Ἡρακλῆς
γυνὴ θυραῖος ἡ θανοῦσα· μὴ λίαν 805
 
πένθει· δόμων γὰρ ζῶσι τῶνδε δεσπόται.
Θεράπων
τί ζῶσιν; οὐ κάτοισθα τἀν δόμοις κακά;
Ἡρακλῆς
εἰ μή τι σός με δεσπότης ἐψεύσατο.
Θεράπων
ἄγαν ἐκεῖνός ἐστ’ ἄγαν φιλόξενος.
Ἡρακλῆς
οὐ χρῆν μ’ ὀθνείου γ’ οὕνεκ’ εὖ πάσχειν νεκροῦ; 810
Θεράπων
ἦ κάρτα μέντοι καὶ λίαν θυραῖος ἦν.
Ἡρακλῆς
μῶν ξυμφοράν τιν’ οὖσαν οὐκ ἔφραζέ μοι;
Θεράπων
χαίρων ἴθʼ· ἡμῖν δεσποτῶν μέλει κακά.
Ἡρακλῆς
ὅδ’ οὐ θυραίων πημάτων ἄρχει λόγος.
Θεράπων
οὐ γάρ τι κωμάζοντ’ ἂν ἠχθόμην σ’ ὁρῶν. 815
Ἡρακλῆς
ἀλλ’ ἦ πέπονθα δείν’ ὑπὸ ξένων ἐμῶν;
Θεράπων
οὐκ ἦλθες ἐν δέοντι δέξασθαι δόμοις.
 
πένθος γὰρ ἡμῖν ἐστι· καὶ στολμοὺς βλέπεις
 
μελαμπέπλους κουράν τε.
Ἡρακλῆς
τίς δ’ ὁ κατθανών;
 
μῶν ἢ τέκνων τι φροῦδον ἢ γέρων πατήρ; 820
Θεράπων
γυνὴ μὲν οὖν ὄλωλεν Ἀδμήτου, ξένε.
Ἡρακλῆς
τί φῄς; ἔπειτα δῆτά μ’ ἐξενίζετε;
Θεράπων
ᾐδεῖτο γάρ σε τῶνδ’ ἀπώσασθαι δόμων.
Ἡρακλῆς
ὦ σχέτλιʼ, οἵας ἤμπλακες ξυναόρου.
Θεράπων
ἀπωλόμεσθα πάντες, οὐ κείνη μόνη. 825
Ἡρακλῆς
ἀλλ’ ᾐσθόμην μὲν ὄμμ’ ἰδὼν δακρυρροοῦν
 
κουράν τε καὶ πρόσωπον· ἀλλ’ ἔπειθέ με
 
λέγων θυραῖον κῆδος ἐς τάφον φέρειν.
 
βίᾳ δὲ θυμοῦ τάσδ’ ὑπερβαλὼν πύλας
 
ἔπινον ἀνδρὸς ἐν φιλοξένου δόμοις, 830
 
πράσσοντος οὕτω. κᾆτ’ ἐκώμαζον κάρα
 
στεφάνοις πυκασθείς; ἀλλὰ σοῦ τὸ μὴ φράσαι,
 
κακοῦ τοσούτου δώμασιν προκειμένου.
 
ποῦ καί σφε θάπτει; ποῦ νιν εὑρήσω μολών;
Θεράπων
ὀρθὴν παρ’ οἶμον, ἣ ’πὶ Λάρισαν φέρει, 835
 
τύμβον κατόψῃ ξεστὸν ἐκ προαστίου.
Ἡρακλῆς
ὦ πολλὰ τλᾶσα καρδία καὶ χεὶρ ἐμή,
 
νῦν δεῖξον οἷον παῖδά σ’ ἡ Τιρυνθία
 
Ἠλεκτρύωνος γείνατ’ Ἀλκμήνη Διί.
 
δεῖ γάρ με σῶσαι τὴν θανοῦσαν ἀρτίως 840
 
γυναῖκα κἀς τόνδ’ αὖθις ἱδρῦσαι δόμον
 
Ἄλκηστιν, Ἀδμήτῳ θ’ ὑπουργῆσαι χάριν.
 
ἐλθὼν δ’ ἄνακτα τὸν μελάμπεπλον νεκρῶν
 
Θάνατον φυλάξω, καί νιν εὑρήσειν δοκῶ
 
πίνοντα τύμβου πλησίον προσφαγμάτων. 845
 
κἄνπερ λοχαίας αὐτὸν ἐξ ἕδρας συθεὶς
 
μάρψω, κύκλον δὲ περιβάλω χεροῖν ἐμαῖν,
 
οὐκ ἔστιν ὅστις αὐτὸν ἐξαιρήσεται
 
μογοῦντα πλευρά, πρὶν γυναῖκ’ ἐμοὶ μεθῇ.
 
ἢν δ’ οὖν ἁμάρτω τῆσδ’ ἄγρας, καὶ μὴ μόλῃ 850
 
πρὸς αἱματηρὸν πέλανον, εἶμι τῶν κάτω
 
Κόρης Ἄνακτός τ’ εἰς ἀνηλίους δόμους
 
αἰτήσομαί τε· καὶ πέποιθ’ ἄξειν ἄνω
 
Ἄλκηστιν, ὥστε χερσὶν ἐνθεῖναι ξένου,
 
ὅς μ’ ἐς δόμους ἐδέξατ’ οὐδ’ ἀπήλασε, 855
 
καίπερ βαρείᾳ συμφορᾷ πεπληγμένος,
 
ἔκρυπτε δ’ ὢν γενναῖος, αἰδεσθεὶς ἐμέ.
 
τίς τοῦδε μᾶλλον Θεσσαλῶν φιλόξενος,
 
τίς Ἑλλάδ’ οἰκῶν; τοιγὰρ οὐκ ἐρεῖ κακὸν
 
εὐεργετῆσαι φῶτα γενναῖος γεγώς. 860
[Choral]
ἰώ, στυγναὶ
Ἄδμητος
πρόσοδοι, στυγναὶ δ’ ὄψεις χήρων
 
μελάθρων. ἰώ μοί μοι. αἶ αἶ.
 
ποῖ βῶ; ποῖ στῶ; τί λέγω; τί δὲ μή;
 
πῶς ἂν ὀλοίμαν;
 
ἦ βαρυδαίμονα μήτηρ μ’ ἔτεκεν. 865
 
ζηλῶ φθιμένους, κείνων ἔραμαι,
 
κεῖν’ ἐπιθυμῶ δώματα ναίειν.
 
οὔτε γὰρ αὐγὰς χαίρω προσορῶν
 
οὔτ’ ἐπὶ γαίας πόδα πεζεύων·
 
τοῖον ὅμηρόν μ’ ἀποσυλήσας 870
 
Ἅιδῃ Θάνατος παρέδωκεν.
[Choral 1]
—πρόβα, πρόβα· βᾶθι κεῦθος οἴκων.
Ἄδμητος
αἰαῖ.
Χορός
—πέπονθας ἄξι’ αἰαγμάτων.
Ἄδμητος
ἒ ἔ.
Χορός
—δι’ ὀδύνας ἔβας, σάφ’ οἶδα . . .
Ἄδμητος
φεῦ φεῦ.
Χορός
—τὰν νέρθε δ’ οὐδὲν ὠφελεῖς. 875
Ἄδμητος
ἰώ μοί μοι. 875
Χορός
—τὸ μήποτ’ εἰσιδεῖν φιλίας ἀλόχου
 
πρόσωπόν ἄντα λυπρόν.
[Choral]
ἔμνησας ὅ μου φρένας ἥλκωσεν·
Ἄδμητος
τί γὰρ ἀνδρὶ κακὸν μεῖζον ἁμαρτεῖν
 
πιστῆς ἀλόχου; μή ποτε γήμας 880
 
ὤφελον οἰκεῖν μετὰ τῆσδε δόμους.
 
ζηλῶ δ’ ἀγάμους ἀτέκνους τε βροτῶν·
 
μία γὰρ ψυχή, τῆς ὑπεραλγεῖν
 
μέτριον ἄχθος·
 
παίδων δὲ νόσους καὶ νυμφιδίους 885
 
εὐνὰς θανάτοις κεραϊζομένας
 
οὐ τλητὸν ὁρᾶν, ἐξὸν ἀτέκνους
 
ἀγάμους τ’ εἶναι διὰ παντός.
[Choral 1]
—τύχα τύχα δυσπάλαιστος ἥκει·
Ἄδμητος
αἰαῖ.
Χορός
—πέρας δέ γ’ οὐδὲν ἀλγέων τίθης. 890
Ἄδμητος
ἒ ἔ. 890
Χορός
—βαρέα μὲν φέρειν, ὅμως δὲ . . .
Ἄδμητος
φεῦ φεῦ.
Χορός
—τλᾶθʼ· οὐ σὺ πρῶτος ὤλεσας . . .
Ἄδμητος
ἰώ μοί μοι.
Χορός
—γυναῖκα· συμφορὰ δ’ ἑτέρους ἑτέρα
 
πιέζει φανεῖσα θνατῶν.
[Choral]
ὦ μακρὰ πένθη λῦπαί τε φίλων 895
Ἄδμητος
τῶν ὑπὸ γαῖαν.
 
τί μ’ ἐκώλυσας ῥῖψαι τύμβου
 
τάφρον ἐς κοίλην καὶ μετ’ ἐκείνης
 
τῆς μέγ’ ἀρίστης κεῖσθαι φθίμενον;
 
δύο δ’ ἀντὶ μιᾶς Ἅιδης ψυχὰς 900
 
τὰς πιστοτάτας σὺν ἂν ἔσχεν, ὁμοῦ
 
χθονίαν λίμνην διαβάντε.
[Choral 2]
ἐμοί τις ἦν
Χορός
ἐν γένει, ᾧ κόρος ἀξιόθρηνος
 
ὤλετ’ ἐν δόμοισιν 905
 
μονόπαις· ἀλλ’ ἔμπας
 
ἔφερε κακὸν ἅλις, ἄτεκνος ὤν,
 
πολιὰς ἐπὶ χαίτας
 
ἤδη προπετὴς ὢν
 
βιότου τε πόρσω. 910
[Choral]
ὦ σχῆμα δόμων, πῶς εἰσέλθω;
Ἄδμητος
πῶς δ’ οἰκήσω μεταπίπτοντος
 
δαίμονος; οἴμοι. πολὺ γὰρ τὸ μέσον·
 
τότε μὲν πεύκαις σὺν Πηλιάσιν 915
 
σύν θ’ ὑμεναίοις ἔστειχον ἔσω,
 
φιλίας ἀλόχου χέρα βαστάζων,
 
πολυάχητος δ’ εἵπετο κῶμος,
 
τήν τε θανοῦσαν κἄμ’ ὀλβίζων,
 
ὡς εὐπατρίδαι καὶ ἀπ’ ἀμφοτέρων 920
 
ὄντες ἀρίστων σύζυγες εἶμεν·
 
νῦν δ’ ὑμεναίων γόος ἀντίπαλος
 
λευκῶν τε πέπλων μέλανες στολμοὶ
 
πέμπουσί μ’ ἔσω
 
λέκτρων κοίτας ἐς ἐρήμους. 925
[Choral 2]
παρ’ εὐτυχῆ
Χορός
σοὶ πότμον ἦλθεν ἀπειροκάκῳ τόδ’
 
ἄλγος· ἀλλ’ ἔσωσας
 
βίοτον καὶ ψυχάν.
 
ἔθανε δάμαρ, ἔλιπε φιλίαν· 930
 
τί νέον τόδε; πολλοῖς
 
ἤδη παρέλυσεν
 
θάνατος δάμαρτας.
Ἄδμητος
φίλοι, γυναικὸς δαίμον’ εὐτυχέστερον 935
 
τοὐμοῦ νομίζω, καίπερ οὐ δοκοῦνθ’ ὅμως·
 
τῆς μὲν γὰρ οὐδὲν ἄλγος ἅψεταί ποτε,
 
πολλῶν δὲ μόχθων εὐκλεὴς ἐπαύσατο.
 
ἐγὼ δʼ, ὃν οὐ χρῆν ζῆν, παρεὶς τὸ μόρσιμον
 
λυπρὸν διάξω βίοτον· ἄρτι μανθάνω. 940
 
πῶς γὰρ δόμων τῶνδ’ εἰσόδους ἀνέξομαι;
 
τίν’ ἂν προσειπών, τοῦ δὲ προσρηθεὶς ὕπο,
 
τερπνῆς τύχοιμ’ ἂν ἐξόδου; ποῖ τρέψομαι;
 
ἡ μὲν γὰρ ἔνδον ἐξελᾷ μ’ ἐρημία,
 
γυναικὸς εὐνὰς εὖτ’ ἂν εἰσίδω κενὰς 945
 
θρόνους τ’ ἐν οἷσιν ἷζε, καὶ κατὰ στέγας
 
αὐχμηρὸν οὖδας, τέκνα δ’ ἀμφὶ γούνασι
 
πίπτοντα κλαίῃ μητέρʼ, οἳ δὲ δεσπότιν
 
στένωσιν οἵαν ἐκ δόμων ἀπώλεσαν.
 
τὰ μὲν κατ’ οἴκους τοιάδʼ· ἔξωθεν δέ με 950
 
γάμοι τ’ ἐλῶσι Θεσσαλῶν καὶ ξύλλογοι
 
γυναικοπληθεῖς· οὐ γὰρ ἐξανέξομαι
 
λεύσσων δάμαρτος τῆς ἐμῆς ὁμήλικας.
 
ἐρεῖ δέ μ’ ὅστις ἐχθρὸς ὢν κυρεῖ τάδε·
 
Ἰδοῦ τὸν αἰσχρῶς ζῶνθʼ, ὃς οὐκ ἔτλη θανεῖν, 955
 
ἀλλ’ ἣν ἔγημεν ἀντιδοὺς ἀψυχίᾳ
 
πέφευγεν Ἅιδην· εἶτ’ ἀνὴρ εἶναι δοκεῖ;
 
στυγεῖ δὲ τοὺς τεκόντας, αὐτὸς οὐ θέλων
 
θανεῖν. τοιάνδε πρὸς κακοῖσι κληδόνα
 
ἕξω. τί μοι ζῆν δῆτα κέρδιον, φίλοι, 960
 
κακῶς κλύοντι καὶ κακῶς πεπραγότι;
[Choral 1]
ἐγὼ καὶ διὰ μούσας
Χορός
καὶ μετάρσιος ᾖξα, καὶ
 
πλείστων ἁψάμενος λόγων
 
κρεῖσσον οὐδὲν Ἀνάγκας 965
 
ηὗρον, οὐδέ τι φάρμακον
 
Θρῄσσαις ἐν σανίσιν, τὰς
 
Ὀρφεία κατέγραψεν
 
γῆρυς, οὐδ’ ὅσα Φοῖβος Ἀσκληπιάδαις ἔδωκε 970
 
φάρμακα πολυπόνοις ἀντιτεμὼν βροτοῖσιν.
 
μόνας δ’ οὔτ’ ἐπὶ βωμοὺς
 
ἔστιν οὔτε βρέτας θεᾶς
 
ἐλθεῖν, οὐ σφαγίων κλύει. 975
 
μή μοι, πότνια, μείζων
 
ἔλθοις ἢ τὸ πρὶν ἐν βίῳ.
 
καὶ γὰρ Ζεὺς ὅ τι νεύσῃ,
 
σὺν σοὶ τοῦτο τελευτᾷ.
 
καὶ τὸν ἐν Χαλύβοις δαμάζεις σὺ βίᾳ σίδαρον, 980
 
οὐδέ τις ἀποτόμου λήματός ἐστιν αἰδώς.
[Choral 2]
καὶ σ’ ἐν ἀφύκτοισι χερῶν εἷλε θεὰ δεσμοῖς.
Χορός
τόλμα δʼ· οὐ γὰρ ἀνάξεις ποτ’ ἔνερθεν 985
 
κλαίων τοὺς φθιμένους ἄνω.
 
καὶ θεῶν σκότιοι φθίνουσι
 
παῖδες ἐν θανάτῳ. 990
 
φίλα μὲν ὅτ’ ἦν μεθ’ ἡμῶν,
 
φίλα δὲ καὶ θανοῦσ’ ἔσται,
 
γενναιοτάταν δὲ πασᾶν ἐζεύξω κλισίαις ἄκοιτιν.
 
μηδὲ νεκρῶν ὡς φθιμένων χῶμα νομιζέσθω 995
 
τύμβος σᾶς ἀλόχου, θεοῖσι δ’ ὁμοίως
 
τιμάσθω, σέβας ἐμπόρων.
 
καί τις δοχμίαν κέλευθον 1000
 
ἐκβαίνων τόδ’ ἐρεῖ·
 
Αὕτα ποτὲ προύθαν’ ἀνδρός,
 
νῦν δ’ ἐστὶ μάκαιρα δαίμων·
 
χαῖρʼ, ὦ πότνι’, εὖ δὲ δοίης. τοῖαί νιν προσεροῦσι
 
φῆμαι. 1005

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme