36
Ὁ πρεσβύτερος τοῦ χωρίου τοῦδε, οἶμαι, ὅτι πάλαι ἔγνωσται τῇ εὐγενείᾳ σου, ὅτι ἐστὶν ἐμοὶ σύντροφος. τί οὖν ἄλλο δεῖ με εἰπεῖν πρὸς τὸ δυσωπῆσαί σου τὴν χρηστότητα, οἰκείως αὐτὸν ἰδεῖν καὶ βοηθῆσαι αὐτῷ εἰς τὰ πράγματα; εἰ μὲν γὰρ ἐμὲ ἀγαπᾷς, ὥσπερ οὖν ἀγαπᾷς, δηλονότι καὶ οὓς ἀντʼ ἐμαυτοῦ ἔχω ἀναπαῦσαι πάσῃ δυνάμει προαιρῇ. τί οὖν ἐστὶν ὃ παρακαλῶ; φυλαχθῆναι αὐτῷ τὴν παλαιὰν ἀπογραφήν. καὶ γὰρ καὶ κάμνει οὐ μετρίως ἡμῖν ὑπηρετῶν πρὸς τὸν βίον διὰ τὸ ἡμᾶς, ὡς αὐτὸς ἐπίστασαι, μηδὲν κεκτῆσθαι ἴδιον, ἀλλὰ τοῖς τῶν φίλων καὶ συγγενῶν ἀρκεῖσθαι.κεῖσθαι E. ὡς οὖν ἐμὸν οἶκον, μᾶλλον δὲ ὡς ἑαυτοῦ, οὕτω θέασαι τὸν τοῦ ἀδελφοῦ τοῦδε· καὶ ἀντὶ τῆς εἰς αὐτὸν εὐποιίας παρέξει Θεὸς καὶ σοί, καὶ οἴκῳ, καὶ γένει παντί σου τὴν συνήθησυνήθηom. C, D. βοήθειαν.συνήθη βοήθειαν συνήθειαν E. γίνωσκε δέ μοι πάνυ ἐπιμελὲς εἶναι μηδὲν ἐκ τῆς ἐξισώσεως ἐπηρεασθῆναι τὸν ἄνθρωπον.
Ἀνεπίγραφος, ὑπὲρ συντρόφου