29
Ἀλλὰ μὴν τά γε συναφθέντα μέλη τῆς Ἐκκλησίας, οἷον ὑπὸ ψυχῆς τινός, τῆς ἐκείνου προστασίας, εἰς μίαν συμπάθειαν καὶ ἀκριβῆ κοινωνίαν συναρμοσθέντα, καὶ φυλάσσεται διὰ τοῦ συνδέσμου τῆς εἰρήνης πρὸς τὴν πνευματικὴν ἁρμολογίαν παγίως, καὶ φυλαχθήσεται εἰς ἀεί,εἰσαεί D. τοῦτο τοῦ Θεοῦ χαριζομένου, ἑδραῖα μένειν καὶ ἀμετακίνητα τῆς μακαρίας ἐκείνης ψυχῆς τὰ ἔργα, ὅσα ἐνήθλησε ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ. πλὴν ἀλλʼ ὁ ἀγὼν οὐ μικρός, μή τινες πάλιν ἔριδεςἔρις E. καὶ διχοστασίαι, ἐπὶ τὴν ἐκλογὴν τοῦ προστατοῦντοςμεταστάντος C, D. ἀναφθεῖσαι, πάντα ὁμοῦ τὸν κόπον ἐκ τῆς τυχούσης ἔριδος ἀνατρέψωσιν.
Εὐσεβίῳ ἐπισκόπῳ Σαμοσάτων
30
Εἰ πάσας ἐφεξῆς γράφοιμι τὰς αἰτίας ὑφʼ ὧν μέχρι τοῦ παρόντος κατεσχέθην, καὶ πάνυ ὡρμημένος πρὸς τὴν σὴν θεοσέβειαν, ἱστορίας ἂν μῆκος ἀπέραντον ἐκπληρώσαιμι. νόσους μὲν ἐπαλλήλους, καὶ χειμῶνος ἐπάχθειαν, καὶ πραγμάτων συνοχὴν παρίημι λέγειν, γνώριμα ὄντα καὶ ἤδη προδεδηλωμένα τῇ τελειότητί σου. νῦν δὲ καὶ ἣν μόνην εἶχον τοῦ βίου παραμυθίαν τὴν μητέρα, καὶ ταύτην ἀφῃρέθην ὑπὸ τῶν ἁμαρτίων μου.μουom. C, D, F. καὶ μὴ καταγελάσῃς μου ὡς ἐν τούτῳ τῆς ἡλικίας ὀρφανίαν ἀποδυρομένου·ὀδυρομένου C, D. ἀλλὰ σύγγνωθί μοι ψυχῆς χωρισμὸν ἀνεκτῶς μὴ φέροντι, ἧς οὐδὲν ἀντάξιον ἐν τοῖς λειπομένοιςλιπομένοις C, D. ὁρῶ. πάλιν οὖν μοι ὑπέστρεψε τὰ ἀῤῥωστήματα, καὶ πάλιν ἐπὶ κλίνης κατάκειμαι, ἐπὶ μικρᾶςμακρῶς E. παντελῶς τῆς δυνάμεως σαλεύων, καὶ μόνον οὐκμονονουχὶ C, D. ἐφʼ ἑκάστης ὥρας τὸ ἀναγκαῖον πέρας τῆς ζωῆς ἐκδεχόμενος.