28
Πάλαι με θέλοντα τῶν λόγων παύσασθαι, ἡ ὀδύνη τῆς καρδίας οὐκ ἐπιτρέπει. ἀλλʼ ἐπισκήπτω ὑμῖν πρὸς τῶν πατέρων, πρὸς τῆς ὀρθῆς πίστεως, πρὸς τοῦ μακαρίου τούτου, διαναστῆναι τὴν ψυχήν, οἰκεῖον ἕκαστον ἑαυτοῦ τὸ σπουδαζόμενον κρίναντα, καὶ τῆς ἐφʼ ἑκάτερα τῶν πραγμάτων ἐκβάσεως πρῶτον αὐτὸν ἀπολαύσειν ἡγούμενον· μηδέ, τὸ τοῖς πολλοῖς συμβαῖνον, πρὸς τὸν πλησίον τὴν τῶν κοινῶν ἐπιμέλειαν ἀπωθεῖσθαι, εἶτα, ἑκάστου τῇ αὐτοῦαὐτῇ A, B, C, D, E, F. διανοίᾳ τῶν πραγμάτων ὀλιγωροῦντος, λαθεῖν ἅπαντας ἴδιον ἑαυτοῖς κακὸν διὰ τῆς ἀμελείας ἐπισπασαμένους.
28
Ταῦτα εἴτε ὡς γειτόνων συμπάθεια, εἴτε ὡς ὁμοδοξούντων κοινωνία, εἴτε καί, ὅπερ ἀληθέστερόν ἐστι, τῷ τῆς ἀγάπης πειθομένωνπειθομένῳ B, E. νόμῳ καὶ τὸν ἐκ τοῦ σιωπῆσαι κίνδυνον ἐκκλινόντων, μετὰ πάσης εὐνοίας δέξασθε, πεπεισμένοι ὅτι καύχημα ἡμῶν ἐστέ, καθάπερ καὶ ἡμεῖς ὑμῶν, εἰς τὴν ἡμέραν τοῦ Κυρίου, καὶ ὅτι, ἐκ τοῦ δοθησομένου ποιμένος ὑμῖν, ἢἢom. C, D. ἐπὶ πλέον τῷ συνδέσμῳ τῆς ἀγάπης ἑνωθησόμεθα, ἢ πρὸς παντελῆ διάστασιν· ὃ μὴ γένοιτο, μηδὲοὐδὲ A, B, C, D. ἔσται τῇ τοῦ Θεοῦ χάριτι, οὐδʼ ἂν αὐτὸς εἴποιμι νῦν βλάσφημον οὐδέν.οὐδὲ ἕν A, B, C, D. τοῦτο δὲ εἰδέναι ὑμᾶς βουλόμεθα, ὅτι εἰ καὶ πρὸς τὴν εἰρήνην τῶν ἐκκλησίων συντρέχοντα ἡμῖν οὐκ ἔσχομεν τὸν μακάριον, διά τινας, ὡς αὐτὸς ἡμῖνἡμᾶς A, B, F. διεβεβαιοῦτο, προλήψεις, ἀλλʼ οὖν γε τῆς πρὸς αὐτὸν ὁμοδοξίας καὶ τοῦ ἀεὶ κοινωνὸν ἐπικαλεῖσθαι τῶν πρὸς τοὺς αἱρετικοὺς ἀγώνων, ὑπὸ μάρτυρι τῷ Θεῷ καὶ ἀνθρώποις τοῖς πεπειραμένοις ἡμῶν, οὐδένα καιρὸν ἀπελείφθημεν.