28
Σιωπᾷ μὲν γλῶττα ποταμοῖς ἴσα τὰς ἀκοὰς ἐπικλύζουσα· καρδίας δὲ βάθος οὐδενὶ τέως καταληπτόν, ὀνείρων ἀσθενέστερον ὅσα γε πρὸς ἀνθρώπους, διιπτάμενον οἴχεται. τίς ὀξύτεροςὀξύτερον editi; ὀξύτερος C, D, F. ἐκείνου προϊδέσθαι τὸ μέλλον; τίς ἐν οὕτω σταθερῷ καὶ παγίῳ τῆς ψυχῆς ἤθει, ἀστραπῆς τάχιον τοῖς πράγμασιν ἐπελθεῖν ἱκανός; ὦ πόλις πολλοῖς μὲν ἤδη προειλημμένη πάθεσιν, ὑπʼ οὐδενός γε μὴν οὕτως εἰς αὐτὰ τὰ καίρια τοῦ βίου ζημιωθεῖσα. νῦν ἀπήνθηκέ σοισου E. κόσμος ὁ κάλλιστος· ἐκκλησία δὲ μέμυκε, καὶ σκυθρωπάζουσι πανηγύρεις, καὶ τὸ ἱερὸν συνέδριον τὸν κορυφαῖον ἐπιποθεῖ· λόγοι δὲ μυστικοὶ τὸν ἐξηγητὴν ἀναμένουσιν, οἱ παῖδες τὸν πατέρα, οἱ πρεσβῦται τὸν ἡλικιώτην, οἱ ἐν τέλει τὸν ἔξαρχον, ὁ δῆμος τὸν προστάτην, οἱ βίου δεόμενοι τὸν τροφέα· πάντες αὐτὸν ἐκ τῶν οἰκειοτάτων ὀνομάτων ἀνακαλούμενοι, ἐπὶ οἰκείῳ πάθει, οἰκεῖον ἑαυτῷαὐτῷ editi; ἑαυτῷ E. καὶ προσήκοντα ἕκαστος τὸν θρῆνον αἴρουσιν.ἐροῦσιν A, B, C, D, F.