28
Καίτοιγε εἰ καὶ μὴ ἐπʼ ἐσχάτου γήρωςγήρους B, C, D. ἤλαυνεν ὁ ἀνήρ, ἀλλʼ οὖν τοῦ γε χρόνου ἕνεκεν τῆς ὑμετέρας ἐπιστασίας οὐκ ἐνδεῶς εἶχε τοῦ βίου. τοῦ τε σώματος τοσοῦτον μετεῖχεν, ὅσον τῆς ψυχῆς τὸ καρτερὸνκαρτερικὸν F. ἐπὶἐν A, B, C, D, F. ταῖς ἀλγηδόσιν αὐτοῦ δεικνύναι. τυχὸν δὲ ἄν τις ὑμῶν ὑπολάβοι ὅτι καὶ ὁ χρόνος αὔξησις συμπαθείας καὶ προσθήκη φίλτρου, οὐχὶ ἀφορμὴ κόρου τοῖς πειραθεῖσιν ἐγγίνεται,γίνεται A, B, C, D, F. ὥστε, ὅσῳ ἐν πλείονι χρόνῳ τῆς εὐεργεσίας πεπείρασθε, τοσούτῳ μᾶλλον τῆς ἀπολείψεως ἐπαισθάνεσθε·Sic omnia MSS.; Ed. Ben. ἐπαισθάνεσθαι. σώματος δὲ δικαίου καὶ σκιὰ τοῦ παντὸς ἀξία τοῖς εὐλαβέσι. καὶ εἴη γε πολλοὺς ὑμῶν ἐπὶ ταύτης εἶναι τῆς διανοίας· οὐδὲ γὰρ αὐτὸς ἀμελῶς ἔχειν τοῦ ἀνδρός φημι χρῆναι, ἀλλʼ ἀνθρωπίνως συμβουλεύω τὸ λυπηρὸν διαφέρειν· ἐπεὶ ὅσα γέ ἐστιν εἰπεῖν ἀποκλαιομένους τὴν ζημίαν οὐδὲ ἐμὲ αὐτὸν διαφεύγει.