366
Καλῶς ποιεῖς ὅρους ἡμῖν εὐθεῖς ὁρίζων, ἵνα μὴ μόνον ἐγκράτειαν ἴδωμεν ἀλλὰ καὶ τὸν καρπὸν αὐτῆς. ἔστιν οὖν ὁ καρπὸς αὐτῆς Θεοῦ μετουσία. τὸ γὰρ μὴ φθείρεσθαι Θεοῦ μετέχειν ἐστίν, ὥσπερ τὸ φθείρεσθαι βίου μετουσία. ἐγκράτεια γάρ ἐστιν σώματος ἄρνησις καὶ ὁμολογία πρὸς Θεόν. ἀποβαίνει τοῦ θνητοῦ παντός, ὥσπερ σῶμα ἔχουσα τοῦ Θεοῦ τὸ Πνεῦμα· καὶ Θεῷ μίσγεσθαι ποιεῖ, οὔτε ζῆλον ἔχουσα οὔτε φθόνον. ὁ γὰρ ἐρῶν σώματος ἑτέρῳ διαφθονεῖται, ὁ δὲ μὴ κομισάμενος εἰς καρδίαν τῆς φθορᾶς τὴν νόσον ἔρρωται λοιπὸν πόνῳ παντί, καίπερ ἀποθανὼν μὲν τῷ σώματι, ζῶν δὲ τῇ ἀφθαρσίᾳ. καί μοι τελείως καταμανθάνοντι, ἐγκράτεια δοκεῖ ὁ Θεὸς εἶναι, ὅτι μηδενὸς ἐπιθυμεῖ, ἀλλὰ πάντα ἔχει ἐν ἑαυτῷ· καὶ οὐδενὸς ὀρέγεται, οὐδὲ ἔχει πάθος περὶ τοὺς ὀφθαλμούς, οὐδὲ περὶ τὰ ὦτα, ἀλλὰ ἀνενδεὴς ὤν, πλήρης δι’ ὅλου ἐστίν. ἐπιθυμία νόσος ἐστὶ ψυχῆς, ὑγεία δὲ ἐγκράτεια.
366
Οὐ μόνον δὲ περὶ ἓν εἶδος τὴν ἐγκράτειαν δεῖ ὁρᾷν οἷον ἕνεκεν ἀφροδισίων, ἀλλὰ καὶ περὶ τὰ ἄλλα ὅσα ἐπιθυμεῖ ἡ ψυχὴ κακῶς, οὐκ ἀρκουμένη τοῖς ἀναγκαίοις· γίνεται φθόνος διὰ χρυσίον, καὶ ἀδικήματα μυρία δι’ ἑτέρας ἐπιθυμίας. καὶ τὸ μὴ μεθύειν ἐγκράτειά ἐστιν, καὶ τὸ μὴ διαρρήγνυσθαι ὑπερεμπιπλάμενον. καὶ τὸ κρατεῖν τοῦ σώματος ἐγκράτειά ἐστιν, καὶ τὸ κυριεύειν λογισμῶν πονηρῶν, ποσάκις ἐτάραξεν ψυχὴν ἔννοια, οὐκ ἀγαθὴ οὖσα οὔτε ἀληθής, καὶ καρδίαν ἐμέρισεν εἰς πολλὰ φροντίζειν κενῶς. πάντως ἐλευθεροῖ ἡ ἐγκράτεια, ἅμα θεραπεύουσα καὶ δύναμις οὖσα· οὐ γὰρ διδάσκει σωφροσύνην, ἀλλὰ παρέχει.