361
Τοὺς μετὰ τῆς εὐλαβείας σου ἀδελφοὺς ἀσπάζομαι, καὶ ἀξιῶ μετὰ σοῦ εὔχεσθαι ὑπὲρ ἡμῶν, ἵνα σωθῶμεν. ὁ ἑταῖρος Γρηγόριος, τὸν μετὰ τῶν γονέων ἑλόμενος βίον, αὐτοῖς σύνεστιν. ὑγιαίνων ἐπιπλεῖστον φυλαχθείης ἡμῖν, ὠφελῶν ἡμᾶς καὶ ταῖς εὐχαῖς καὶ τῇ γνώσει.
Βασιλείῳ Ἀπολινάριος
362
Φιλοθέως πιστεύεις, καὶ φιλολόγως ζητεῖς, καὶ παρʼ ἡμῶν τὸ πρόθυμον ὀφείλεται διὰ τὴν ἀγάπην, εἰ καὶ τὸ ἱκανὸν τῷ λόγῳ μὴ ἕποιτο, διά τε τὸ ἡμέτερον ἐνδεές καὶ τὸ τοῦ πράγματος ὑπερφυές.
362
Οὐσία μία οὐκ ἀριθμῷ μόνον λέγεται, ὥσπερ λέγεις, καὶ τὸ ἐν μιᾷ περιγραφῇ, ἀλλὰ καὶ ἰδίως ἀνθρώπων δύο καὶ ἄλλου ὁτουοῦν τῶν κατὰ γένος ἑνιζομένων· ὥστε ταύτῃ γε καὶ δύο καὶ πλείονα ταὐτὸν εἶναι κατὰ τὴν οὐσίαν, καθὸ καὶ πάντες ἄνθρωποι Ἀδάμ ἐσμεν εἷς ὄντες, καὶ Δαβὶδ ὁ τοῦ Δαβὶδ υἱός, ὡς ταὐτὸν ὢν ἐκείνῳ· καθὰ καὶ τὸν Υἱὸν λέγεις καλῶς τοῦτο εἶναι κατὰ τὴν οὐσίαν, ὅπερ ὁ Πατήρ. οὐδὲ γὰρ ἑτέρως ἂν ἦν Θεὸς ὁ Υἱός, ἑνὸς ὁμολογουμένου καὶ μόνου Θεοῦ τοῦ Πατρός· ὥς που καὶ εἷς Ἀδάμ, ὁ ἀνθρώπων γενάρχης, καὶ εἷς Δαβίδ, ὁ τοῦ βασιλείου γένους ἀρχηγέτης.